Κυριακή 31 Ιανουαρίου 2010

ΑΚΟΛΟΥΘΙΑ ΠΛΗΡΗΣ ΤΟΥ ΑΓΙΟΥ ΓΕΔΕΩΝ

Γερασίμου μοναχοῦ Μικραγιαννανίτου.

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ΄. Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Ὅτε, δι᾿ ἀπάτης τοῦ ἐχθροῦ, ἐν νεανικῇ ἡλικίᾳ Χριστοῦ ἐμάκρυνας, τότε ἔγνως Ἅγιε κακὸν ὅ πέπονθας, καὶ προσῆλθες σὺν δάκρυσι, θᾶττον τῷ Σωτῆρι, Πέτρου τὴν μετάνοιαν, καλῶς μιμούμενος· ὅθεν ἐπανεύρηκας χαίρων, πάλαι ἣν ἀπώλεσας χάριν, Γεδεὼν Μαρτύρων ἰσοστάσιε.

Ὅτε, τοῦ Κυρίου τὸν ζυγόν, ᾖρας προσελθὼν ἐν τῷ Ἄθῳ, ἀνενδοιάστῳ ψυχῇ, τότε ἐνθεώτατος Γεδεὼν πέφηνας, ἐν ἀγῶσιν ἀσκήσεως, σεαυτὸν γυμνάζων, πρὸς τὰ τῆς ἀθλήσεως, θεῖα παλαίσματα, ἅπερ ἀνδρικῶς διανύσας, ᾔσχυνας ἐχθροῦ τὰς δυνάμεις, καὶ Ὁσιομάρτυς ὤφθης ἄριστος.

Ὅτε τοῖς ἀνόμοις παραστάς, τοῦ Χριστοῦ τὴν κλῆσιν τὴν θείαν, λαμπρῶς ἐκήρυξας, τότε στεῤῥῶς ἤνεγκας τῶν ἀσεβῶν τὸν θυμόν, καὶ τμηθεὶς καρτερώτατα, ὡς πάσχοντος ἄλλου, χεῖρας καὶ τοὺς πόδας σου, τὸν δρόμον ἤνυσας, μάκαρ τῆς ἀθλήσεως χαίρων, καὶ πολλῶν τιμῶν ἠξιώθης, Γεδεὼν παρὰ τοῦ Παντοκράτορος.

Χαίρει Καρακάλλου ἡ Μονή, θεῖόν σε βλαστὸν κεκτημένη, καὶ ἄνθος εὔοσμον, καὶ ὡς πλοῦτον ἄσυλον πλουτοῦσα Ἅγιε, Γεδεὼν τὰ σὰ λείψανα, ἐν σοὶ ἐγκαυχᾶται, καὶ τὴν θείαν μνήμην σου, πανηγυρίζει φαιδρῶς· ᾗπερ οὐρανόθεν ἐξαίτει, ἔλεος καὶ χάριν ἀπαύστως, καὶ δεινῶν παντοίων ἀπολύτρωσιν.

Δόξα. Ἦχος β΄.

Ἀθλητικῶς ἀγωνισάμενος, Ὁσιομάρτυς ἔνθεος, ἐν τοῖς ὑστέροις χρόνοις ἐχρημάτισας, Γεδεὼν μακάριε, ἀσκητικοῖς γὰρ δάκρυσι καθαγνισθείς, οἰκείοις αἵμασι καθηγιάσθης· καὶ λευκότερος χιόνος γενόμενος ὡς θυσία εὐπρόσδεκτος, Χριστῷ προσενήνεξαι. Αὐτὸν ἱκέτευε Ἅγιε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν,

Καὶ νῦν. Τῆς ἑορτῆς.

Τοῦ Κυρίου Ἰησοῦ γεννηθέντος ἐκ τῆς ἁγίας Παρθένου, πεφώτισται τὰ σύμπαντα. Ποιμένων γὰρ ἀγραυλούντων, καὶ Μάγων προσκυνούντων, Ἀγγέλων ἀνυμνούντων, Ἡρώδης ἐταράττετο· ὅτι Θεὸς ἐν σαρκὶ ἐφάνη, Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

ΕΙΣ ΤΑ ΑΠΟΣΤΙΧΑ.
Ἦχος β´. Οἶκος τοῦ Εὐφραθᾶ.

Ξ όνοις ἀσκητικοῖς, καὶ μαρτυρίου ἄθλοις, Χριστὸν δο; ξάσας Μάρτυς, λαμπρῶς ἀντεδοξάσθης, Ὁοιομάρτυς ἔνδοξε.

Στίχος: Δίκαιος ὡς φοίνιξ ἀνθήσει...

Ἥνεγκας ἀνδρικῶς, χειρῶν καὶ τῶν ποδῶν σου, τὴν ἐκκοπὴν παμμάκαρ, καὶ ἔτεμες τῆς πλάνης, ὦ Γεδεὼν τὸ φρύαγμα.

Στίχος: Θαυμαστὸς ὁ Θεός...

Δίδου τῇ σῇ Μονῇ, ταῖς σαῖς πρεσβείαις Μάρτυς, πλουσίαν εὐλογίαν, ὑμνούσῃ κατὰ χρέος, τοὺς σοὺς ἀγῶνας Ἅγιε.

Δόξα. Τριαδικόν.

Δόξα σοι βασιλεῦ, Τριὰς ὑπεραγία· ὅτι στεῤῥὸν εἰργάσω, ἐν πόνοις μαρτυρίου, τὸν Γεδεὼν τὸν ἔνδοξον.

Καὶ νῦν. Θεοτοκίον.

Τέξασα ἐν σαρκί, ἐν Βηθλεὲμ τῇ πόλει, Χριστὸν τὸν Βασιλέα, ἀνύψωσας Παρθένε, ἡμᾶς πρὸς δόξαν ἄῤῥητον.

Νῦν ἀπολύεις, τὸ τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.

Ἐναθλήσας νομίμως τὸν ἐχθρὸν καταβέβληκας, καὶ Ὁσιομάρτυς ἐδείχθης, του Σωτῆρος περίδοξος· χειρῶν γὰρ καὶ ποδῶν τὴν ἐκτομήν, ὑπέστης Γεδεὼν καρτερικῶς, διὰ τοῦτο θείαν χάριν νέμεις ἀεί, τοῖς πίστει ἐκβοῶσί σοι· δόξα τῷ παρασχόντι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ὁσίων ἰσότιμος, καὶ Ἀθλητῶν κοινωνός, καὶ θεῖον ἀγλάϊσμα, τῆς Καρακάλλου Μονῆς, ἐδείχθης μακάριε, σὺ γὰρ στεῤῥῶς ἀθλήσας, τὸν ἐχθρὸν ἐτροπώσω, ὅθεν Ὁσιομάρτυς, Γεδεὼν ἐδοξάσθης, πρεσβεύων ὑπὲρ πάντων ᾑμῶν τῶν εὐφημούντων σε.

Καὶ νῦν. Ἡ γέννησίς σου Χριστέ...

ΚΑὶ ἈΠΟΛΥΣΙΣ.

ΕΝ Τῼ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

Μετὰ τον Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους η᾿ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια

Ἦχος α´. Ὤ τοῦ παραδόξου θαύματος.

Ὤ τοῦ παραδόξου θαύματος, ἐν ἀνδρείᾳ στεῤῥᾷ, Γεδεὼν ὁ ἔνδοξος, ὑπέστη τὰς ἐκτομάς, ὡς ἄλλου πάσχοντος, ἐντεῦθεν οἱ δυσσεβεῖς, τῇ τούτου νίκῃ εἰς τέλος ᾐσχύνθησαν, καὶ πάντες οἱ εὐσεβεῖς, αὐτοῦ τὴν θείαν ἐθαύμασαν ἄθλησιν, καὶ Χριστοῦ ἡ Ἐκκλησία, χαίρει ἑορτάζουσα, τὴν σεπτὴν αὐτοῦ μνήμην, τὸν Σωτῇρα μεγαλύνουσα,

Βαβαί, τῆς σῆς καρτερίας σοφέ, ὅτι ἀπτοήτως, Γεδεὼν ὑπέμεινας, μελῶν σου τὴν ἐκτομήν, ἐν εὐφροσύνῃ ψυχῆς· ἐντεῦθέν σε ὁ Σωτήρ, ὡς ἀσκητὴν καὶ ὁπλίτην στεῤῥότατον, καὶ Μάρτυρα θαυμαστόν, ἀμαραντίνοις στεφάνοις ἐδόξασεν· ὃν ἀπαύστως ἐκδυσώπει, ὑπὲρ τῶν τελούντων, τὴν πανέορτον μνήμην, καὶ ὑμνούντων τοὺς ἀγῶνάς σου.

Τῆς σῆς ἁγίας ἀθλήσεως, τοὺς στεῤῥοὺς ἀγῶνας, Γεδεὼν γεραίρομεν, καὶ χαίρει πνευματικῶς, ἡ Καρακάλλου Μονή, κατέχουσα ἐν χερσίν, ὡς θησαυρὸν τὰ σὰ πάντιμα λείψανα, καὶ ἄγει χρεωστικῶς, τὴν σὴν πανέορτον μνήμην κραυγάζουσα· Ὦ Χριστοῦ Ὁσιομάρτυς, Γεδεὼν πανθαύμαστε, ἐκτενῶς ἐκδυσώπει, ὑπὲρ ταύτης τῆς μερίδος σου.

Προσόμοια ἕτερα, ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Ὡς ἐῤῥύσθης μακάριε τῆς παγίδος τοῦ δράκοντος τῶ Χριστῷ προσέδραμες μετὰ πίστεως, καὶ δι᾿ ἀσκήσεως πρότερον, εἶτα δι᾿ ἀθλήσεως, τὸν πτερνίσαντα ἐχθρόν, ἰσχυρῶς καταβέβληκας, καὶ ἰσότιμος, Ἀθλητῶν καὶ Ὁσίων ἀνεδείχθης, Γεδεὼν Ὁσιομάρτυς, περιφανῶς ἀνδρισάμενος,

Τῶν Ὁσίων τὴν ἄσκησιν, καὶ τὰ θεῖα παλαίσματα, Γεδεὼν διέδραμες θείῳ ἔρωτι, καὶ τῶν Μαρτύρων τὴν ἄθλησιν, στεῤῥῶς μιμησάμενος, ἠγωνίσω ἀνδρικῶς, καὶ καθεῖλες τὴν δύναμιν, τοῦ ἀλάστορος, διὰ τοῦτο διπλῶν καὶ τῶν βραβείων, ὡς κλεινὸς Ὁσιομάρτυς, κατηξιώθης μακάριε.

Ἰακώβου τοῦ μάκαρος, ἐκ Περσίδος ἐκλάμψαντος, μιμητὴς καὶ σύναθλος καὶ ἰσότιμος, ὡς ἀληθῶς ἀναδέδειξαι, Γεδεὼν πανεύφημε, ὡς ἐκεῖνος γὰρ στεῤῥῶς, τὴν τομὴν καθυπέμεινας, θείῳ ἔρωτι, τῶν ποδῶν καὶ χειρῶν Ὁσιομάρτυς, καὶ ἀπέτεμες εἰς τέλος, πᾶσαν ἰσχὺν τοῦ ἀλάστορος.

Δόξα, ἦχος πλ. β´.

Σήμερον, ἡ τοῦ Ὁσιομάρτυρος Γεδεὼν ἐπέστη μνήμη, ὡς ἀστὴρ νεοφανής, τὰς ψυχὰς ἡμῶν εὐφραίνουσα, τῶν γενεθλίων γὰρ τοῦ Χριστοῦ, λαμπρυνομένῃ τῇ δόξῃ τῳ φωτὶ τῶν θείων ἐντολῶν, ὁδηγεῖ τοὺς βοῶντας αὐτῷ· χαίροις ὁ τοῦ ἀρχαίου πτερνιστοῦ ἐκφυγὼν τὰς πάγας, καὶ τὴν θερμὴν τοῦ Πέτρου, μιμησάμενος μετάνοιαν, χαίροις ὁ δι᾿ ἀσκητικῶν καμάτων, καὶ ἀθλητικῶν ἀγώνων, Χριστὸν μεγαλύνας, χαίροις Ἁγιωνύμου Ὄρους ἄνθος εὔοσμον, καὶ τῆς Καρακάλλου Μονῆς, ἱερὸν ἀγλάϊσμα. Ἀλλ᾿ ὦ Ὁσιομάρτυς ἔνδοξε, ἀδιαλείπτως πρέσβευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Χορεύουσιν Ἄγγελοι πάντες ἐν οὐρανῷ, καὶ ἀγάλλονται σήμερον· σκιρτᾷ δὲ πᾶσα ἡ κτίσις, διὰ τὸν γεννηθέντα ἐν Βηθλεέμ, Σωτῆρα Κύριον· ὅτι πᾶσα πλάνη τῶν εἰδώλων πέπαυται, καὶ βασιλεύει Χριστὸς εἰς τοὺς αἰῶνας.

Εἴσοδος, τὸ Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας,
καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. 43, 9-14)

Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς Μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι Μάρτυρες, καὶ ἐγὼ Μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγὼ εἰμι. Ἒμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ ἐμὲ οὐκ ἔσται. Ἐγὼ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ Μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ' ἀρχῆς ἐγὼ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 5, 15-23 & 6, 1-3)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας, πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτήν. Ἰδιόμελα. Ἦχος α΄.

Τὴν ἐν ἀσκήσει ἀρετήν, μαρτυρίκοῖς ἄθλοις ἐλάμπρυνας, Ὁσιομάρτυς Γεδεών· ὅθεν ἡ Καρακάλλου θεία Μονή, ἡ πνευματικῶς σε γεννήσασα, ἀγαλλιᾶται τῇ δόξῃ σου, ἁγιαζομένη τοῖς ἁγίοις λειψάνοις σου· ἐξ αὐτῆς γὰρ Ἅγιε, ὡς ἔκ τινος βαλβῖδος, εἰς τὸν μέγαν ἀγῶνα ἔδραμες, τῆς τοῦ Χριστοῦ ὁμολογίας· καὶ ἐν αὐτῷ ἀριστεύσας, τῆς ἄνω δόξης ἠξίωσαι, σὺν Ἀθληταῖς καὶ Ὁσίοις ἀριθμούμενος, μεθ᾿ ὧν ἱκέτευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος β´.

Ἐν ἀώρῳ ἡλικίᾳ, τοῦ Σωτῆρος χωρισθείς, συνεργείᾳ τοῦ πονηροῦ, ἐν ὁδῷ ἀσεβῶν πεπόρευσαι, πρὸς καιρὸν Ἅγιε· ἀλλ᾿ ἀνανήψας τοῦ πτώματος, τὸν καλὸν μαργαρίτην ἀνεύρηκας, καὶ τοῦτον ὡμολόγησας, ἐπὶ ἀπίστων καὶ δυσσεβῶν, Θεὸν τῶν ὅλων καὶ Κύριον καὶ σεαυτὸν ἀρνησάμενος, ἀθλητικῶς ἠνδραγάθησας, καὶ ἐπαξίων ἐπάθλων ἔτυχες, παρὰ τοῦ πάντων Δεσπότου, Γεδεὼν Μάρτυς ἀήττητε, ᾧ πρέσβευε ὑπὲρ τῶν τιμώντων σε.

Ἦχος γ´.

Τοὺς τῆς ἀσκήσεως ἱδρῶτας, μαρτυρικοῖς αἵμασιν ἐκέρασας, Γεδεὼν Ὁσιομάρτυς πολύαθλε· καὶ ὡς μύρον πολύτιμον, τὴν τούτων κρᾶσιν προσήγαγες, τῷ ἀθλοθέτῃ Λόγῳ, τῷ σὲ ἐν ἄθλοις ἐνισχύσαντι· ὠ τῆς σῆς στεῤῥότητος, καὶ καρτερίας πανθαύμαστε! τῶν γὰρ ποδῶν τὴν ἐκτομήν, μεγαλοψύχως ἤνεγκας· ὅθεν Ἄγγελοι ἐθαύμασαν τὴν σὴν ἀνδρείαν, καὶ δαίμονες ἔπτηξαν, τῆς ὑπομονῆς τὸ ἀνένδοτον· ἡμεῖς πάντες ἐκ πόθου, τὴν σὴν μνήμην ἑορτάζοντες βοῶμέν σοι· ὡς παῤῥησίαν πολλὴν ἔχων πρὸς Κύριον, μὴ παύσῃ δεόμενος, ὑπὲρ τῶν ψυχῶν ἡμῶν,

Ἦχος δ´.

Ἀσκητικῶν ἀγώνων ὑπελθὼν τὸ στάδιον, μαρτυρικὴν καρποφορίαν ἐξήνεγκας, τῇ σῇ καλῇ ὁμολογίᾳ καὶ ψυχικῇ, ἐνστάσει, Ὁσιομάρτυς Γεδεὼν μακάριε· καὶ δι᾿ ἀμφοτέρων Χριστῷ εὐαρεστήσας, διπλῶν ἀμοιβῶν παρ᾿ αὐτοῦ ἠξίωσαι, καὶ πρεσβεύεις ἀπαύστως, ὑπὲρ τῶν τιμώντων σε.

Δόξα. Ἦχος πλ. α´.

Τῆς σῆς ἐφέσεως τὴν πλήρωσιν, ὅλῃ ψυχῇ ἐπιζητῶν, τῶν κάτω ἀφίστασο, πρὸς τὸν σκοπὸν τῆς ἄνω κλήσεως ἐπειγόμενος· καὶ ἐν ἀσκήσει δόκιμος φανείς, τοῦ μαρτυρίου τὸ στάδιον, ἀναλλομένῳ ποδὶ διήνυσας, καὶ τῇ ἄνωθεν ῥοπῇ τῶν ἀντικειμένων τὰς δυνάμεις, καταβαλὼν ἐθριάμβευσας. Ἀλλ᾿ ὡς ταῖς ἄνω τάξεσι συνών, καὶ ἐν μεθέξει θεούμενος, ἱκέτευε πρὸς Κύριον, ὡς ἂν τύχοιμεν καὶ ἡμεῖς, τῶν αἰωνίων ἀγαθῶν, Γεδεὼν Ὁσιομάρτυς μακάριε.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Μάγοι Περσῶν Βασιλεῖς, ἐπιγνόντες σαφῶς, τὸν ἐπὶ γῆς τεχθέντα, Βασιλέα οὐράνιον, ὑπὸ λαμπροῦ ἀστέρος ἑλκόμενοι, ἔφθασαν ἐν Βηθλεέμ, δῶρα προσφέροντες ἔγκριτα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν· καὶ πεσόντες προσεκύνησαν· εἴδον γὰρ ἐν τῷ Σπηλαίῳ, βρέφος κείμενον τὸν Ἄχρονον.

ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ. Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν.

Χαίροις, Οσιομαρτυς Χριστοῦ, ο των Ὁσίων μιμητης καὶ ὁμότροπος, καὶ πάντων των Ἀθλοφόρων, συγκοινωνὸς ἱερός, ὡς ἐκείνων ἴσος ἐν τοῖς σκάμμασι· σαρκὸς οὐκ ἐφείσω γάρ, δι᾿ ἀγάπην τοῦ Κτίσαντος, ἀλλὰ βασάνοις, σεαυτὸν χαίρων δέδωκας, καὶ κατέβαλες, τὸν σὲ πρῴην πτερνίσαντα ὅθεν λαμπρῶς δεδόξασαι, παρὰ τοῦ Παντάνακτος, καλῶς τελέσας τὸν δρόμον, τὸν ἱερὸν τῆς ἀθλήσεως. Καὶ νῦν ἐκδυσώπει, Γεδεὼν ὑπὲρ τῶν πίστει, ἀνευφημούντων σε.

Στίχος: Δίκαιος ὡς φοίνιξ ἀνθήσει...

Χαίροις, Ὁσιομάρτυς Χριστοῦ, ὁ τοῦ Βελίαρ διαδράσας τὰ ἔνεδρα, καὶ πόθω δραμὼν ἐν Ἄθῳ καὶ τοῦ Χριστοῦ τὸν Σταυρόν, ἄρας ἐπὶ ὤμων θείῳ ἔρωτι, πρὸς πόνους ἀσκῄσεως, σεαυτὸν χαίρων δέδωκας, δι᾿ ἐγκρατείας, Γεδεὼν καθαιρόμενος, καὶ πρὸς ἄθλησιν, θείαν ἑτοιμαζόμενος, ἥνπερ καὶ ἀνδρικώτατα, διήνυσας Ἅγιε, καὶ ἐτροπώσω εἰς τέλος, τὸν σὲ δολίως πτερνίσαντα. Καὶ νῦν ἐκδυσώπει, τῆς κακίας αὐτοῦ θᾶττον, ἡμᾶς λυτρώσασθαι.

Στίχος: Θαυμαστὸς ὁ Θεός...

Χαίροις, Ὁσιομάρτυς Χριστοῦ, ὁ ἐν ἀνδρείᾳ καὶ καρδίας στεῤῥότητι, τῷ βήματι τοῦ τυράννου, παρεστηκὼς καὶ τομήν, τῶν μελῶν ἐνέγκας ὥσπερ ἄσαρκος· ἐντεῦθεν οἱ χείμαῤῥοι, Γεδεὼν τῶν αἱμάτων σου, τὴν τοῦ Σωτῆρος, Ἐκκλησίαν κατήρδευσαν, καὶ κατέκλυσαν, ἀσεβείας τὸν βόρβορον· ὅθεν σε μακαρίζομεν, ὡς Μάρτυρα ἔνθεον, καὶ πρεσβευτὴν ᾑμῶν μέγαν, πρὸς τὸν Χριστὸν καὶ Θεὸν ἡμῶν, αὐτὸν δυσωποῦντα, ταῖς ψυχαῖς ἡμῶν διδόναι, τὸ θεῖον ἔλεος.

Δόξα. Ἦχος δ΄.

Μάρτυρικῇ ἐνστάσει τῆς πρὸς Χριστὸν ἀγάπης τὸ διάπυρον, καὶ ψυχῆς τὴν λαμπρότητα, ἐκφαίνεις πᾶσι, Γεδεὼν ἀξιάγαστε· οὐκ ἐδειλίασας γὰρ Ἅγιε τῶν τυράννων ἀπειλάς, οὐδὲ τῶν ποδῶν καὶ τῶν χειρῶν, τὴν πολυώδυνον ἐκτομήν, ἀλλ᾿ ἀνδρείως ἔστης μελιζόμενος, καὶ πολὺν καρπὸν προσάγων, τῷ ἀθλοθέτῃ, Χριστῳ, τῷ παρέχοντι διὰ σοῦ, ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν.

Σπηλαίῳ παρῴκησας, Χριστὲ ὁ Θεός, φάτνη ὑπεδέξατο, Ποιμένες δὲ καὶ Μάγοι προσεκύνησαν. Τότε δὴ τῶν Προφητῶν ἐπληροῦτο τὸ κήρυγμα· καὶ Ἀγγέλων αἱ Δυνάμεις ἐθαύμαζον, βοῶσαι καὶ λέγουσαι· Δόξα τῃ συγκαταβάσει σου, μόνε Φιλάνθρωπε.

Νῦν ἀπολύεις, τὸ τρισάγιον, καὶ τὰ Ἀπολυτίκια.

ΚΑὶ ἈΠΟΛΥΣΙΣ.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

ΜΕὰΤὴΝ Α΄ ΣΤΙΧΟΛΟΓΙΑΝ, ΚΑΘΙΣΜΑ. ἮΧΟΣ Α´. ΤὸΝ ΤΑΦΟΝ ΣΟΥ ΣΩΤΗΡ.

Ἀθλησας ανδρικῶς, ἐν ὑστέροις τοῖς χρόνοις, εδοξασας Χριστόν, τῇ στ εῤῥᾷ σου ἀθλήσει· ἐντεῦθεν δόξης κρείττονος, Γεδεὼν κατηξίωσαι· ὅθεν σήμερον, τὴν φωτοφόρον σου μνήμην, ἑορτάζοντες, Ὁσιομάρτυς ὑμνοῦμεν, τοὺς θείους ἀγῶνάς σου.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς, ὅμοιον.

Ἐτέχθης ἐν σαρκί, ἐξ ἁγίας Παρθένου, ἀτρέπτως Βασιλεῦ, Βηθλεὲμ ἐν Σπηλαίῳ· διὸ ὕμνον μεθέορτον, τῇ ἀφράστῳ γεννήσει σου, ἀναμέλποντες δοξολογοῦμεν Οκτίρμον, τὸ σὸν ἔλεος δι᾿ οὗ τῆς πάλαι κατάρας, ἡμᾶς ἠλευθέρωσας,

ΜΕΤὰ ΤὴΝ Β´ ΣΤΙΧΟΛΟΓΙΑΝ, ΚΑΘΙΣΜΑ. ἮΧΟΣ Δ´. ΚΑΤΕΠΛΑΓΗ ἸΩΣΗΦ.

Ἀνανῄψας νουνεχῶς, ὸ τοῦ πτώματος σοφέ, τὸν ἀρχᾶίον πτερνιστήν, κατετροπώσω ἀνδρικῶς, Ὁσιομάρτυς Γεδεὼν τοῖς σοῖς ἀγῶσι ἤνεγκας καὶ γὰρ, τὴν τῶν μελῶν ἐκκοπήν, ἄσαρκος καθά, στεῤῥῷ φρονήματι, καὶ ἠριθμήθης ταις ἄνω δυνάμεσι, καλῶς τελέσας τὸν δρόμον σου, μεθ᾿ ὧν δυσώπει, ἡμῖν διδόναι, τὴν τῶν πταισμάτων συγχώρησιν.

Δόξα. Καὶ νῦν, Τῆς ἑορτῆς, ὅμοιον.

Ἐν Σπηλαίῳ γεννηθείς, ὁ Ὑπερούσιος Θεός, μορφωθεὶς τὸ καθ᾿ ᾑμᾶς, ἀναλλοιώτως ὑπὲρ νοῦν, διπλοῦς τῇ φύσει ὡράθης ἐκ τῆς Παρθένου· ὅθεν στρατιαί, αἱ τῶν ἀγγέλων Σωτήρ, ὕμνουν τὴν φρικτήν, οἰκονομίαν σου, δόξα ἐν ὑψίστοις κραυγάζοντες, τῷ ὁρωμένῳ ὡς νήπιον, καὶ ἐν τῇ φάτνῃ ἀνακειμένῳ, διὰ πολλὴν ἀγαθότητα.

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Ἐν ἀσκήσει πτερώσας σου τὴν ψυχήν, πρὸς ἀγάπην τὴν θείαν δι᾿ ἀρετῆς, τὸ πῦρ τὸ οὐράνιον, ἐν καρδίᾳ σου ἔσχηκας, καὶ ἔδραμες προθύμως, ἐκχέας τὸ αἷμά σου, ὑπὲρ τοῦ πάντων Κτίστου, Χριστοῦ δι᾿ ἀθλήσεως· ὅθεν σου τὰς χεῖρας, ἐκτμηθεὶς καὶ τοὺς πόδας, Μαρτύρων ἰσότιμος, ἀληθῶς ἀναδέδειξαι, Γεδεὼν παμμακάριστε· μεθ᾿ ὧν ἀεὶ δυσώπει Χριστὸν, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα καὶ νῦν, Τῆς ἑορτῆς, ὅμοιον.

Ἐκ Περσίδος οἱ Μάγοι μετὰ σπουδῆς, ὁδηγίᾳ ἀστέρος τοῦ παμφαοῦς, εἰς πόλιν ἀφίκοντο, Βηθλεὲμ μετὰ πίστεως, καὶ εὗρον ἐν τῇ φάτνῃ, ὡς νήπιον κείμενον, τὸν βασιλέα πάντων, γενόμενον ἄνθρωπον· ὅθεν καὶ προσῆξαν, τούτῳ πάντιμα δῶρα, χρυσὸν σμύρναν καὶ λίβανον, δι᾽ αὐτῶν τεκμαιρόμενοι, τὴν αὐτοῦ ἀγαθότητα. Ἀλλ᾿ ὦ παμβασιλεῦ Ἰησοῦ, τὴν σεπτήν σου ἀνυμνοῦμεν γέννησιν, δι᾽ ἧς πλούτῳ ἐλέους, ἡμᾶς ἀνεγέννησας.

Τὸ α´ Ἀντίφωνον τοῦ δ´ ἤχου.

Προκεί ενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει...

Στίχος: Πεφυτευμένος ἐν οἴκῳ Κυρἴου...

Εὐαγγέλιον κατᾶ Λουκᾶν.
(Ζήτει αὐτῷ κγ´ Ἀπριλίου)

Ὁ Ν´.

Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον, ἦχος πλ. β΄. Στίχος: Ελεῆμον, ἐλέησόν με ὁ Θεός...

Ὁ δι᾿ ἀγώνων εὐαγῶν, Χριστῷ ἀκολουθήσας, καὶ τὸν σὲ τρώσαντα ἐχθρόν, τοῖς τῶν αἱμάτων ῥείθροις ἀποπνίξας, Γεδεὼν Ὁσιομάρτυς Ἅγιε, ἐναγῶν παθῶν ἡμας ἐλευθέρωσον, μαρτυρικῇ σου πρεσβείᾳ πρὸς Κύριον, καὶ αἶτει ἡμῖν, πταισμάτων συγχώρησιν, καὶ θεῖον φωτισμὸν ταῖς ψυχαῖς ἡμων.

Ἱερεύς: Σῶσον ὁ Θεός...

Εἶτα οἱ κανόνες, τῆς Ἑορτῆς μετὰ τῶν Εἱρμῶν εἰς στ´,
καὶ τοῦ Ἁγίου οἱ δύο εἰς η´.

Κανὼν πρῶτος τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς:
«Τοῦ Γεδεὼν ὑμνῶ τοὺς ἀγῶνας. Γερασίμου».

ᾨδὴ α´. Ἦχος α´. Χριστὸς γεννᾶται.

Τοῦ μαρτυρίου τὸν δίαυλον, ἀνύσας Γεδεὼν ἐννομώτατα, Χριστῷ νικηφόρος ἔδραμες, ᾧ πρέσβευε δοθῆναί μοι λόγου ἰσχύν, ὅπως ἀνυμνήσω, τῆς ἀθλήσεως τῆς σῆς, τὰ κατορθώματα.

Ὅλον τὸν πόθον ἀνέτεινας, Χριστῷ τῷ βασιλεῖ ὡς ἀπέδρασας, παγίδος τοῦ πολεμήτορος, καὶ πάντων ἐμακρύνθης τῶν γεηρῶν, Γεδεὼν θεόφρον, πρὸς τὰ ἄνω ἀνυψῶν, τὴν σὴν διάνοιαν.

Ἀπὸ τῆς ἄνωθεν χάριτος, παμμάκαρ Γεδεὼν φωτιζόμενος, ἐμφρόνως τὸν ζόφον ἔλιπες, πλάνης τῆς τῶν ἀνόμων, καὶ τῷ φωτί, τοῦ Χριστοῦ προσῆλθες, ἱλεούμενος αὐτόν, θερμοῖς ἐν δάκρυσι.
ΘΕΟΤΟΚΙΟΝ

Γένος βροτῶν τῇ κυήσει σου, ῥυσθὲν τῆς παλαιᾶς κατακρίσεως, Ἁγνὴ κατά χρέος πάντοτε, ᾄδει καὶ μεγαλύνει καὶ ἀνυμνεῖ, τὰ σὰ μεγαλεῖα· ὅτι σώζεις ἐκ φθορᾶς ἡμᾶς ἑκάστοτε.

Κανὼν δεύτερος, οὗ ἡ ἀκροστιχίς:
«Χαίροις Γεδεὼν Ὁσιομάρτυς. Γερασίμου»

Ἦχος πλ. δ´. Ἁρματηλάτην Φαραώ.

Χαρᾶς τῆς θείας καὶ ζωῆς τῆς κρείττονος, κατατρυφῶν ἱερῶς, σὺν Ἁγίοις πᾶσι Γεδεὼν μακάριε, καὶ μετοχῇ θεούμενος, φωτισμόν μοι ἐξαίτει, ὅπως ἐπάξιον αἴνεσιν, ᾄσω τῇ ἁγίᾳ ἀθλήσει σου.

Ἀποβαλὼν νοΐ τελείῳ Ἅγιε, ἐν μετανοίᾳ θερμῇ, τὴν τῶν δυσσεβούντων σχέσιν τὴν ὀλέθριον, προσέδραμες σὺν δάκρυσιν, ὡς ὁ Πέτρος Κυρίῳ, τῶν γεηρῶν ἀφιστάμενος, Γεδεὼν ἐνθέῳ φρονήματι.

Ἰσχὺν τὴν θείαν ἄνωθεν δεξάμενος, ἐπὶτὴν Κρήτην χωρεῖς, καὶ τῷ πρεσβυτέρῳ, τῳ σεπτῷ συνδέδεσαι, παρ᾿ οὗ μυσταγωγούμενος, μετανοίας τὰ ἔργα, θεοπρεπῆ βίον ἔσχηκας, Γεδεὼν Χριστὸν ἱλεούμενος.

ΘΕΟΤΟΚΙΟΝ.

Ῥήσεσι θείαις καὶ συμβόλοις Ἄχραντε, τῶν Προφητῶν ὁ χορός, τὴν σὴν παναγίαν κύησιν προήγγειλαν· Θεὸν γὰρ τὸν ἀσώματον, μετὰ σώματος τίκτεις, ἐν τῷ σπηλαίῳ καὶ ἔμεινας, Κόρη ὡς πρὸ τόκου πανάφθορος.

ᾨδὴ γ΄. Κανὼν πρῶτος τοῦ Ἁγίου. Εἱρμός. Τῷ πρὸ τῶν αἰῶνων.

Ἔδραμες ἐν Ἄθῳ, Γεδεὼν ὡς διψῶσά τις ἔλαφος, καὶ τῆς ζωῆς τὸ θεῖον νᾶμα, ἐκ πηγῶν σωτηρίου, δεξάμενος χαίρων ἀνεκραύγαζες· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.

Δύναμιν τὴν θείαν, ἐκομίσω τὸ Σχῆμα τὸ Ἅγιον, ἐν τῇ Μονῇ τοῦ Καρακάλλου, ἐνδυσάμενος Πάτερ, καὶ πᾶσαν Γεδτὼν ἐγύμνωσας, τὴν δυναστείαν ἐχθροῦ δυσμενοῦς, πόνοις τῆς ἀσκήσεως.

Ἔργοις μετανοίας, διαπρέπων ἐν πόνοις καὶ δάκρυσι, τῷ θείῳ πόθῳ ἐπτερώθης, καὶ αθλῆσαι προείλου, σοφὲ Γεδεὼν ᾧ ἔκραζες· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.

ΘΕΟΤΟΚΙΟΝ.

Ὡς Θεὸν τεκοῦσα, σαρκωθέντα Ἁγνὴ ἐξ αἱμάτων σου, μὴ διαλίπῃς Θεοτόκε, διασώζειν ἀπαύστως, ἐκ πάσης φθορᾶς τοὺς κράζοντας· χαῖρε Παρθένε ἡμῶν προσφυγή, καὶ τεῖχος ἀπροσμάχητον.
Δεύτερος. Ὁ στερεώσας κατ᾿ ἀρχάς.

Ὁλοσχερῶς ἀνατεθείς, τῷ Θεῷ Λόγῳ θεόφρον, ὡς ἐμάκρυνας τῶν βρόχων τῆς πλάνης, ἠκολούθησας αὐτῷ, ἀσκητικοῖς παλαίσμασιν, ὦ Γεδεὼν καὶ πᾶσαν, παθῶν ἀχλὺν διεσκέδασας.

Ἵνα Χριστῷ οἰκειωθῇς, οὗ δολερῶς ἐχωρίσθης, Γεδεὼν Ὁσιομάρτυς Κυρίου, ὡμολόγησας αὐτόν, ἐπὶ ἀπίστων Ἅγιε, καὶ θάνατον ἐδέξω, ὑπὲρ αὐτοῦ πολυώδυνον.

Σῶμα εἰς χεῖρας δυσσεβῶν, ὑπὲρ Χριστοῦ τοῦ Σωτῆρος, δεδωκὼς ανενδοιάστῳ καρδίᾳ, τὴν ἐπώδυνον τομήν, τῶν σῶν μελῶν ὑπέμειινας, ὦ Γεδεὼν καὶ ὤφθης, τῶν Ἀθλητῶν ἰσοστάσιος.

ΘΕΟΤΟΚΙΟΝ.

Γέφυρα ὤφθης νοητή, ἡμᾶς ἀνάγουσα Κόρη, ἐκ φθορᾶς πρὸς τὴν ζωὴν τὴν ἀγήρω, ὡς κυήσασα σαρκί, Θεὸν τὸν πολυέλεον, τὸν ἐκ τῆς γῆς Παρθένε, γένος βροτῶν ἀνυψώσαντα.

ΚΑΘΙΣΜΑ.
ἮΧΟΣ ΠΛ. Α´. ΤΟΝ ΣΥΝΑΝΑΡΧΟΝ ΛΟΓΟΝ.

Ἐν Ὁσίοις ἐκλάμψας ἐν ὄρει Ἄθωνος, μαρτυρίου ὑπῆλθες τὸ θεῖον στάδιον, καὶ ἐδέξω πρὸς Χριστοῦ ζωῆς τὸν στέφανον, Ὁσιομάρτυς Γεδεών, καὶ συνήφθης τοῖς χοροῖς, κλεινῶν Ὁσιομαρτύρων, μεθ᾿ ὧν δυσώπει ἀπαύστως, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν,

Δόξα, Καὶ νῦν. Τῆς ἑορτῆς, ὅμοιον.

Ἐν σπηλαίῳ ἐτέχθης, ὥσπερ ηὐδόκησας, καὶ τοῦ Πατρὸς οὐ κεχώρισαι Λόγε ἄναρχε, καὶ Ἀγγέλων οἱ χοροί, δόξα ἐκραύγαζον, τῷ γεννηθέντι ἐν σαρκί, ἐκ τῆς Παρθένου καὶ Ἁγνῆς, καὶ σώσαντι τοὺς ἀνθρώπους, ἐκ τῆς ἀρχαίας κατάρας, αὐτοῦ τῇ θείᾳ ἀγαθότητι.

Κανὼν πρῶτος τοῦ Ἁγίου, Εἱρμός. Ῥάβδος ἐκ τῆς ῥίζης.

Νόμον ἐκπληρῶν τὸν τοῦ Χριστοῦ, τοῦτον ὡμολογήσας, Θεὸν τῶν ὅλων παντοδύναμον, τῷ βήματι παραστάς, Γεδεὼν τῶν τυράννων, καὶ ἤθλεις ὑπὲρ τῆς δόξης αὐτοῦ, κραυγάζων απὸ ψυχῆς· δόξα τῇ δυνάμει σου Κύριε.

Ὕβρεις καρτερῶν καὶ χλευασμούς, ἀνδρείᾳ γνώμῃ, Ὅσιε, ἐχθροῦ τὸ θράσος κατεγέλασας, καὶ ᾔσχυνας τὴν βουλήν, τῆς αὐτοῦ ἀπονοίας ἤνεγκας στεῤῥως γὰρ τὰς στρεβλώσεις, μακάριε Γεδεών, ὑπὲρ τοῦ Χριστοῦ ἀγωνιζόμενος.

Μάρτυς ἀκαθαίρετος ὀφθείς, Χριστοῦ τοῦ Παντοκράτορος, αὐτοῦ τὸ ὄνομα ἐδόξασας, θεόληπτε Γεδεών, στεῤῥοτάτῃ καρδίᾳ· ὅθεν ἐπαξίως ἐδοξάσθης, πρεσβεύων ὑπὲρ ἡμῶν, τῶν εἰλικρινῶς εὐφημούντων σε.

ΘΕΟΤΟΚΙΟΝ.

Νέον βρέφος ἔτεκες Ἁγνή, Θεὸν τὸν προαιώνιον, ἡμῶν καινίζοντα δι᾿ ἔλεος, Παρθένε ὡς ἀγαθὸς τὴν φθαρεῖσαν οὐσίαν· ὅθεν ἀληθῆ σε Θεοτόκον, κῃρύττομεν οἱ πιστοί, δόξα σοι Ἁγνὴ ἀνακράζοντες.

Δεύτερος. Σὺ μου ἰσχύς.

Ἐν τῷ ναῷ διακονῶν φωνῆς ἄνωθεν, ἐπακούσας, ἐκ τοῦ Παντοκράτορος, καὶ πληρωτὴς γέγονας αὐτῆς, ἔσπευσας γὰρ Πάτερ, Χριστοῦ κηρῦξαι τὸ ὄνομα, μηδόλως καταπτήξας, ἀπειλάς τῶν τυράννων, Γεδεὼν Ἀθλητῶν ἰσοστάσιε.

Δόξαν Χριστοῦ ὡς ἐπεπόθησα Ὅσιε, τὰ ὀνείδη, τῶν εχθρῶν καὶ σκώμματα, φέρεις, ὡς κόσμον περιφανῆ, Γεδεὼν θεόφρον, καὶ ἐξανάστροφα Ἅγιε, τεθεὶς ἐπὶ τοῦ ὄνου, παικτικῶς ἐν τῇ πόλει, περιήχθης βαλλόμενος ὕβρεσιν.

Ἐν τῇ Μονῇ τοῦ Καρακάλλου μακάριε, διανύων, δρόμον τῆς ἀσκήσεως, ὅλος ἐφλέχθης θείᾳ στοργῇ καὶ ἐκπλῦναι θέλων τὸ τῇς ἀρνήσεως ἔγκλημα, ἐξέχεας προθύμως, Γεδεὼν τὸ σὸν αἷμα, καὶ Μαρτύρων τῆς δόξης τετύχηκας.

ΘΕΟΤΟΚΙΟΝ.

Ὡς τὸν Θεόν, ἀνερμηνεύτως κυήσασα, Θεοτόκε, μόνη Ἀειπάρθενε, καὶ μὴ φθαρεῖσα τὴν σὴν νηδύν, ἐκ φθοροποιῶν με, ἐπινοιῶν τοῦ ἀλάστορος, ἀπάλλαξον σὸν δοῦλον, καὶ παράσχου μοι Κόρη μετανοίας καθάρσιον δάκρυον.

ᾨδὴ ε΄. Κανὼν πρῶτος τοῦ Ἁγίου, Εἱρμός. Θεὸς ὤν εἰρήνης.

Ὡς παρέστης Πάτερ, παῤῥησίᾳ πολλῇ δυσσεβούντων τυράννων τῷ βήματι, Χριστοῦ τὸ μέγα ὄνομα, ἐκήρυξας τρανῶς, μὴ πτήξας τὰς βασάνους, καὶ ῥαβδισμῶν τὴν ῥύμην, καὶ κατετραυμάτισας, τὸν σὲ πτερνίσαντα τὸ πρότερον.

Τὰς χεῖράς σου μάκαρ, καὶ πόδας τμηθείς, ἀπηνείᾳ πολλῇ τοῦ δικάζοντος, ὑπέστης καρτερώτατα, τοῦς πόνους τοὺς δριμεῖς, καὶ ἄπονον πρὸς λῆξιν, μετατεθεὶς ἐν δόξῃ, Γεδεὼν τρισόλβιε, ἡμῶν κουφίζεις πόνον ἅπαντα.

Οἱ χείμαῤῥοι Πάτερ, αἱμάτων τῶν σῶν, τῆς ἀπάτης τὴν φλόγα κατέσβεσαν, καὶ δρόσος θεία ὤφθησαν, δροσίζουσα ἡμῶν, ἀεὶ τὰς διανοίας, στεῤῥὲ Ὁσιομάρτυς· διὸ τὴν θείαν μνήμην σου, Γεδεὼν πανηγυρίζομεν.

ΘΕΟΤΟΚΙΟΝ.

Ὑψίστου καθέδρα, καὶ θρόνος λαμπρός, ἀνεδείχθῃς αὐτὸν σωματώσασα, ἡμᾶς ἀνακαλούμενον, πρὸς ἄφθαρτον

ζωήν, Ἁγνὴ Θεοκυῆτορ, Παρθένε Θεοτόκε, διὸ κἀμὲ ἀνάγαγε, ἐκ τοῦ βυθοῦ τῶν παραπτώσεων.

Δεύτερος. Ἵνα τί με ἀπώσω;

Νεκρωθεὶς τοῖς ἐν κόσμῳ, Γεδεὼν μακάριε πόνοις ἀσκήσεως, πρὸς τὴν ἄνω, μετετέθης ἀθλήσας ὡς ἄσαρκος· ὅθεν κἀμὲ ῥῦσαι, ἔργων νεκρῶν Ὁσιομάρτυς, ζωτικῇ σου πρεσβείᾳ πρὸς Κύριον.

Θεοῦ θεῖος ἔρως, Πάτερ τὴν καρδίαν σου ὅλην ἀνέφλεξε, Γεδεὼν ἐντεῦθεν, πρὸς ἀγῶνας τῆς θείας ἀθλήσεως, ἔσπευσας προθύμως, καὶ τοῦ Βελίαρ τὴν κακίαν, θριαμβεύσας τοῖς ἄθλοις κατέβαλες.

Σὲ ὡς ἄκακον ἄρνα, Γεδεὼν πολύαθλε τοῦ Παντοκράτορος, ὡς ἄγριοι θῆρες, δυσσεβεῖς κατασχόντες κατέκοπτον, χεῖράς σου, καὶ πόδας, πρὸς τὸν ποιμένα καὶ Σωτῆρα, ἀφορῶντα πρὸς ὅν καὶ ἀνέδραμες.

ΘΕΟΤΟΚΙΟΝ.

Ἰησοῦν τὸν Σωτῆρα, καὶ τῶν ὅλων Κύριον ἀῤῥήτως τέξασα, Κεχαριτωμένη, ἀνωτέρα ἁπάσης τῆς κτίσεως, καὶ ἁγιωτέρα, ὤφθης πάντων ἀσυγκρίτως, διὰ τοῦτο ὑμνοῦμεν τὴν δόξαν σου.

Κανὼν πρῶτος. Εἱρμός. Σπλάγχνων Ἰωνᾶν.

Σῶμά σου σοφέ, εἰς χεῖρας ἐκδέδωκας, ἀνόμων ἐχθρῶν, Χριστὸν μιμούμενος, ὡς ἀκόλουθος, τῶν αὐτοῦ παθημάτων καὶ σύμμορφος διὰ τοῦτο, ἀνενδότως ἐκαρτέρησας, πόνους, καὶ πληγὰς καὶ μάστιγας, Γεδεὼν καὶ ἐπώδυνον θάνατον.

Ἄσκησιν τὸ πρίν, ὁσίαν διήνυσας, σοφὲ Γεδεών, ὡς ἐνθεώτατος, εἶτα ἄθλησιν, ὡς τρωθεὶς τῇ ἀγάπῃ τοῦ Κτίσαντος, ἀγαλλόμενος, διήθλησας στεῤῥότατα· ὅθεν ὡς Ὁσιομάρτυρα, τοῦ Σωτῆρος τιμῶμέν σε ἔνδοξον.

Γνώμῃ καρτερᾷ, ἀκλόνητος ἕστηκας σοφὲ Γεδεών, ἀποτεμνόμενος, ὥσπερ ἄσαρκος, ὑπ᾿ ἀνόμων ἀνδρῶν παμμακάριστε· ὅθεν ᾔνεσαν ὁρῶντες τὴν ἀνδρείαν σου, τάξεις τῶν Ἀγγέλων Ἅγιε, τὸν ἰσχύν σοι πολλὴν παρεχόμενον.

ΘΕΟΤΟΚΙΟΝ.

Ὥσπερ οὐρανός, πολύφωτος Δέσποινα, Χριστὸν τὸν Θεόν, ζωῆς τὸν ἥλιον, ἀνατέταλκας, ἀνθρωπίνῃ μορφῇ, ὑπὲρ ἔννοιαν, οὗ τῇ αἴγλῃ, διανοίας μου τὴν ζόφωσιν, πόῤῥω, Θεοτόκε δίωξον, καὶ φωτί με τῷ θείῳ καταύγασον.

Δεύτερος. Ἱλάσθητί μοι Σωτήρ.

Ὁ βίος σου ἱερός, ὡς ἀληθῶς Πάτερ πέφηνεν, ἐν Καρακάλλου Μονῇ, ἡ δὲ θεία ἄθλησις, θαυμαστῶς δεδόξασται, Γεδεὼν παμμάκαρ· διὰ τοῦτο σὲ γεραίρομεν.

Μαρτύρων συγκοινωνός, καὶ ἰσοστάσιος γέγονας, Ὁσιομάρτυς Χριστοῦ Γεδεὼν μακάριε, στεῤῥως εμιμήσω γάρ, τούτων τοὺς ἀγῶνας, καὶ τὸν ὄφιν κατεπάλαισας.

Αἱμάτων σου οἱ κρουνοί, τὴν Ἐκκλησίαν κατήρδευσαν, Ὁσιομάρτυς Χριστοῦ· τμηθεὶς γὰρ τὰς χεῖράς σου, ἅμα καὶ τοὺς πόδας σου, Γεδεὼν ἀνδρείως, τὸν Σωτῆρα ἐμεγάλυνας.

Θεοτοκίον.

Ῥημάτων μου τῶν θερμῶν, Παρθενομῆτορ τὴν δέησιν, προσδέχου ὡς συμπαθής, καὶ δίδου μοι δάκρυα, μετανοίας Ἄχραντε, ὅπως ἀποπλύνω, τῶν πταισμάτων μου, τὸν βόρβορον.

Κοντάκιον. Ἦχος γ´. Ἡ Παρθένος σήμερον.

Ἐν ἀσκήσει πρότερον, ἐνδιαπρέψας θεόφρον, τῇ ἀθλήσει ὕστερον, θεοπρεπῶς ἐδοξάσθης· πόνοις γάρ, ἐγκαρτερήσας τοῖς ἀφορήτοις, ᾔσχυνας, ἐχθροῦ εἰς τέλος τὰς μεθοδείας, διὰ τοῦτό σε τιμῶμεν, Ὁσιομάρτυς Γεδεὼν ἔνδοξε.

Ὁ Οἶκος.

Ἀποφυγὼν τοῦ δυσμενοῦς, τὰς πάγας καὶ τοὺς βρόχους, ἐν μετανοίᾳ ἀληθεῖ, καὶ συντριβῇ καρδίας, προσέπεσας τῷ Λυτρωτῇ καὶ Σωτῆρι Χριστῷ, ὡς ὁ Ἀπόστολος Πέτρος Ἅγιε· καὶ ἄρας τὸν Σταυρὸν αὐτοῦ, ἀσκητικῇ, πολιτείᾳ διέπρεψας, πρὸς ἀθλητικοὺς προγυμναζόμενος πόνους καὶ καμάτους· καὶ τοῖς ἀσεβέσι παραστάς, τὴν καλὴν ὁμολογίαν εὐθαρσῶς ὡμολόγησας, ἀνακαλεσάμενος τῂν ἧτταν, καὶ τροπωσάμενος τὸν σὲ πρῴην πτερνίσαντα βύθιον δράκοντα· στεῤῥῶς γὰρ ὑπέμεινας τὰς ἀπειλὰς τῶν δυσσεβῶν, καὶ τὰς τομὰς τῶν χειρῶν καὶ τῶν ποδῶν ὡς ἄλλου πάσχοντος, δι᾿ ὧν τῶν πάλαι Μαρτύρων ὤφθης ἰσοστάσιος· μεθ᾿ ὧν σε τιμῶμεν Ὁσιομάρτυς Γεδεὼν ἔνδοξε.

Συναξάριον.

Τῇ λ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου ἐνδόξου νέου Ὁσιομάρτυρος Γεδεὼν τοῦ Καρακαλλινοῦ, ἀθλήσαντος ἐν Τυρνάβῳ τῆς Θεσσαλίας, ἐν ἔτει αωιη΄ (1818).

Στίχ.:

Ἐχθρὸν αἰσχύνας τον πάλαι τρώσαντά σε,

Χριστοῦ Γεδεὼν Ὁσιομάρτυς ὤφθης.

Τριακοστῇ Γεδεὼν χεῖρας ἠδέ πόδας χαλκῷ τάμον.

Οὗτος ἦν ἐκ Θετταλίας, γεννηθεὶς ἐξ εὐσεβῶν γονέων ἔν τινι χωρίῳ, οὗ ἡ κλῆσις Κάπουρνα, ἐν τῇ ἐπαρχίᾳ Δημητριάδος. Ἐν νεαρᾷ κομιδῇ ἡλικίᾳ, προσελήφθη ὡς ὑπομίσθιος ἔν τινι συγγενεῖ τῆς μητρὸς αὐτοῦ, ἐν Βελεστίνῳ διάγοντι. Ἐκεῖθεν βιαίως ἀπήχθη ὑπό τινος Ἀγαρηνοῦ, ταχθεὶς εἰς ὑπηρεσίαν αὐτοῦ. Ὧδε κουφότητι ἡλικίας καὶ ἐπηρείᾳ τοῦ μισοκάλου ἐχθροῦ ἠρνήσατο τὸν Σωτῆρα Κύριον· καὶ παρεληλυθότων δύο μηνῶν, ἔγνω, ὃ πέπονθε κακόν, καὶ ἀνανήψας καὶ μετανοῶν ὡς ὁ Πέτρος, λάθρα ᾤχετο ἐκεῖθεν, καὶ προσκολληθεὶς κτίσταις, παρεγένετο μετ᾿ αὐτῶν εἰς Κρήτην, ἔνθα ὑπὸ εὐλαβοῦς Ἱερέως προσελήφθη. Τελευτήσαντος δὲ τούτου, ἀνεχώρησεν ἐκεῖθεν μετά τινος νέου καὶ ἦλθεν εἰς Ἅγιον Ὄρος, καταλύσας τῇ Ἱερᾷ Μονῇ τοῦ Καρακάλλου, ἔνθα περιεβλήθη τὸ ἱερὸν σχῆμα, μετονομασθεὶς ἀπὸ Νικολάου Γεδεών.

Ἀγωνισάμενος καὶ προγυμνασθεὶς ἐνταῦθα ἀσκητικῶς ἐπί τινα ἔτη, καὶ ἀκούσας ἡμέραν τινὰ φωνῆς παρὰ τῆς εἰκόνος τοῦ Παντοκράτορος, ὢν μόνος ἐν τῷ ναῷ, λεγούσης· «ὅστις δ’ ἄν ἀρνήσηταί με ἔμπῤοσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς», ἀπῆλθε πρὸς τὸ μαρτύριον, καὶ ἐν Τυρνάβῳ ὡμολόγησεν εὐθαρσῶς τὴν καλὴν ὁμολογίαν. Καὶ ποικίλως δοκιμασθείς, καὶ ἀπηνῶς ῥαβδισθείς, καὶ περιαχθεὶς ἐπὶ ὄνου ἐξανάστροφα ἐν τῇ πόλει, τέλος πολλῇ τοῦ διώκτου σκληρότητι, ἀπεκόπη διὰ πελέκεως τὰς χεῖρας καὶ τοὺς πόδας, μεγίστην ἐπιδείξας καρτερίαν. Ζήσας ἐπί τινας ὥρας, καὶ δοξολογῶν τὸν Κύριον, παρέδωκε τὴν ἁγίαν αὐτου ψυχὴν εἰς χεῖρας αὐτοῦ τῇ λ΄ (30ῇ) τοῦ μηνὸς Δεκεμβρίου τοῦ ἔτους αωιη΄ (18 18). Τὸ λείψανον αὐτοῦ, ἀποῤῥιφὲν εἰς τόπους ἀκαθάρτους, παρελήφθη παρὰ τῶν εὐσεβῶν καὶ ἐνεταφιάσθη ἐντίμως καὶ εὐλαβως ὄπισθεν τοῦ ἱεροῦ βήματος τοῦ ἐν Τυρνάβῳ ναοῦ τῶν Ἁγίων Ἀποστόλων. Ἐξ αὐτοῦ πλουτεῖ τμήματά τινα καὶ ἡ τοῦ Καρακάλλου ἱερὰ Μονή, ἥτις μεγαλοπρεπῶς ἑορτάζει τὴν ἁγίαν αὐτοῦ μνήμην τῇ λ΄ (30) Δεκεμβρίου.



Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Ἀνυσίας τῆς ἐν Θεσσαλονίκῃ.

Στίχοι:

Εἰς δεξιὰν νύττουσι πλευρὰν καιρίως,

Πλευρᾶς Ἀδὰμ κύημα, τὴν Ἀνυσίαν.

Αὕτη ἦν ἐπὶ τῆς βασιλείας Μαξιμιανοῦ, ἐκ πόλεως Θεσσαλονίκης, γεννήτορας ἔχουσα εὐσεβεῖς καὶ πιστοὺς καὶ περιουσίαν πολλὴν κεκτημένους· ὧν τελευτησάντων, αὕτη κατὰ μόνας ἦν, διὰ βίου καὶ πράξεως εὐαρεστοῦσα τῷ Θεῷ. Ἀπερχομένην δὲ κατὰ τὸ ἔθος εἰς τὴν Ἐκκλησίαν, στρατιώτης τις, τοῖς εἰδώλοις προσκείμενος, κατέσχεν αὐτήν, ἐπὶ τοὺς βωμοὺς ἕλκων καὶ ἀνθέλκων αὐτὴν καὶ προτρεπόμενος μᾶλλον τοῖς δαίμοσι σπονδὰς προσενεγκεῖν. Τῆς δέ, τὸν Χριστὸν ὁμολογούσης, ὁ στρατιώτης θυμοῦ πλησθεὶς (καὶ γὰρ εἰς τὸ πρόσωπον αὐτοῦ ἡ ἁγία Μάρτυς ἐνεφύσησε καὶ ἐνέπτυσε·) κατὰ τῆς πλευρᾶς αὐτῆς διελαύνει τὸ ξίφος, καὶ οὕτω τὸ μακάριον τέλος ἡ ἀοίδιμος Μάρτυς ἐδέξατο.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Θεοδώρας, τῆς ἀπὸ Καισαρείας.

Στίχοι:

Ἀπῆρε δεσμοῦ σαρκὸς ἡ Θεοδώρα,

Οὗ περ λυθῆναι ῶσα, καὶ πρὶν ἠγάπα.

Αὕτη ἡ Ὁσία ἤσκησεν ἐν τῇ Μονῇ τῆς ἁγίας Ἄννης, τῇ λεγομένῃ Ῥιγίδιον· ὑπῆρχε δὲ ἐπὶ τῆς βασιλείας Λέοντος, πατρὸς Κωνσταντίνου τοῦ Κοπρωνύμου, γένους οὖσα λαμπροῦ καὶ ἐνδόξου, πατρὸς μέν, ὀνόματι Θεοφίλου, πατρικίου τὴν ἀξίαν, μητρὸς δὲ Θεοδώρας. Αὕτη ἡ Θεοδώρα, ἐν πολλοῖς ἔτεσι τὴν στείρωσιν ἀποδυρομένη καὶ τὸν Θεὸν ἱκετεύουσα καὶ τὴν Ὑπεραγίαν Θεοτόκον, δέχεται τὴν χάριν οὐρανόθεν, ταύτην κομισάσης τῆς ἁγίας καὶ τιμίας Ἄννης, τῆς Μητρὸς τῆς Θεοτόκου.

Τεχθεῖσα τοιγαροῦν ἡ νεᾶνις καὶ εἰς μέτρον ἡλικίας φθάσασα, προσάγεται τῷ Ναῷ τῆς ἁγίας Ἄννης καὶ τῷ Μοναστηρίῳ εἰσδέχεται, ὡς θεῖον ἀνάθημα. Θεοσεβῶς δὲ ῥυθμιζομένη παρὰ τῆς Προεστώσης, ἐκδιδάσκεται καὶ τὰ ἱερὰ γράμματα. Τῆς δὲ τιμίας παιδὸς καλῶς πολιτευομένης, οὐκ ἤνεγκεν ὁ πονηρὸς δαίμων ὁρᾶν ἑαυτὸν ὑπὸ ταύτης πατούμενον· ἀλλ᾿ ἐξήγειρε τὸν θεομάχον Λέοντα τὸν βασιλέα, ἀγαγέσθαι ταύτην εἰς γυναῖκα Χριστοφόρῳ τῷ υἱῷ αὑτοῦ, ὃν Καίσαρα ἀνηγόρευσε· καὶ βίᾳ καὶ τυραννίδι ταύτην ἀποσπάσας τῆς Μονῆς, καταλαβεῖν τὴν Κωνσταντινούπολιν κατηνάγκασεν. Ἀχθείσης δὲ αὐτῆς, τὰ τοῦ γάμου αἴσια ἐπ᾿ αὐτῇ τελοῦνται καὶ παστὰς πήγνυται· ἀλλ᾿ ὁ μὲν ἐκείνου σκοπός, τοιοῦτος.

Ὁ δὲ Θεός, ὁ τὸν Αἰγύπτιον πάλαι δειματώσας λυττῶντα κατὰ τῆς Σάῤῥας, καὶ τὸν Τηριδάτην ὑπὸ τῆς Ῥιψιμίας καταγωνισάμενος, αὐτὸς καὶ ταύτην ἀμόλυντον διασῴζει ἐκ τῆς κοινωνίας καὶ συναφείας τοῦ μνηστῆρος· παρὰ δόξαν γὰρ τῶν Σκυθῶν ἐπιστρατευσαμένων ἐν τῇ Ἑσπέρᾳ, ἐν τάχει ἀποστέλλεται ὁ νυμφίος, ἀντιπαραταξόμενος τοῖς βαρβάροις· ὃς καὶ κατὰ τὴν πρώτην προσβολὴν παραπέμπεται τῷ θανάτῳ. Τότε πληροροφορίαν λαβοῦσα ἡ ἀκήρατος ἀμνὰς Θεοδώρα, καὶ τοὺς ἐν τῷ παλατίῳ λαθοῦσα πάντας, χρυσόν τε καὶ ἄργυρον, καὶ μαργαρίτας καὶ ἱματισμὸν λαβοῦσα πολυτελῆ, καὶ ἐν πλοίῳ εἰσελθοῦσα, πρὸς τὴν Μονὴν ἐπανῆλθε, χαίρουσα καὶ εὐχαριστοῦσα τῷ τῶν ὅλων Θεῷ.

Ὡς δὲ ἐγνώσθη τὰ κατ᾿ αὐτήν, ἐλθὼν ὁ δεύτερος υἱὸς τοῦ θηριωνύμου καὶ εὑρὼν αὐτὴν κεκαρμένην καὶ ῥακώδη ἱματισμὸν ἠμφιεσμένην, Θεοῦ προνοίας συνεργησάσης, ἀφῆκεν αὐτήν· καὶ τελείας λαβομένη ἀδείας καὶ ἐλευθερίας, ἐπὶ τοσοῦτον τὴν σάρκα κατεδάμασεν, ὥστε τὰς τῶν ὀστέων αὐτῆς ἁρμονίας καθορᾶσθαι· τροφὴ δὲ ἦν αὐτῇ ἄρτου οὐγγία μία· καὶ τοῦτο διὰ δύο ἢ καὶ τριῶν ἡμερῶν, καὶ οὐδὲν ἕτερον· ἔνδυμα δὲ εἶχεν ἕν, καὶ τοῦτο τρίχινον· ἥτε στρωμνὴ αὐτῆς ἄνωθεν μὲν τριχίνῳ ῥάκει περιεκεκάλυπτο, κάτωθεν δέ, λίθοι ὑπεστρωμένοι· καὶ οὕτω τὸν τῆς ἀγρυπνίας πικρότατον ὕπνον ἐξετέλει· πολλάκις καὶ διὰ πάσης τῆς νυκτὸς ἦν ἀγρυπνοῦσα. Οὐ τούτοις δὲ μόνον ἠρκέσθη τοῖς παλαίσμασιν, ἀλλὰ καὶ σιδήροις τὴν σάρκα καθηλώσασα, οὕτως αὑτῆς τὰ μέλη κατεδαπάνησεν, ὥστε καὶ πνοὴν δυσώδη ἐκ ταύτης ἀποπέμπεσθαι. Οὕτως οὖν ἐπὶ πλείστους χρόνους παντοίων ἀρετῶν ἰδέαις ἐνδιαπρέψασα, πρὸς τὴν ἀγήρω καὶ μακαρίαν μετατίθεται.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Φιλεταίρου.

Στίχοι:

Φιλεταῖρος πέπονθεν ἀθλητῶν νόμῳ,

Κἄν οὐκ ἀπῆλθεν ὡς ἀθλητὴς ἐκ βίου.

Τοῦ Διοκλητιανοῦ ποτε ἐλθόντος ἐν Νικομηδείᾳ, ἐμυνήθη αὐτῷ περί τινος χριστιανοῦ, Φιλεταίρου· καὶ ἀποστείλας εὐθύς, παρέστησεν αὐτὸν ὁ βασιλεύς, καὶ κατεπλάγη μόνῃ τῇ θέᾳ· ἦν γὰρ ὁ Ἅγιος μέγας τῇ ἡλικίᾳ, καὶ εὐειδής· ἡ δὲ θρὶξ τῆς κεφαλῆς αὐτοῦ καὶ ὁ πώγων, ἐν ἀληθείᾳ, ὥσπερ χρυσὸς ἦν ἐκστίλβων· ὅθεν καὶ Θεὸν αὐτὸν ἀπεκάλεσε καὶ οὐκ ἄνθρωπον. Λέγει δὲ πρὸς αὐτόν· Εἰπὲ ἡμῖν, πόθεν εἶ καὶ τί σου τὸ ὄνομα καὶ τί τὸ ἐπιτήδευμα; καὶ ὁ Ἅγιος· Ταύτης τῆς Νικομηδέων εἰμὶ Πόλεως γέννημα καὶ θρέμμα, υἱὸς Ἐπάρχου γεγονὼς χριστιανοῦ, ὄνομα δέ μοι Φιλέταιρος.

Τότε ὁ βασιλεὺς τὸν Ἅγιον προσκαλεσάμενος καὶ κολακεύσας, ἤρξατο ῥήματα βλάσφημα ἀποφθέγγεσθαι κατὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ τοῦ Ἁγίου εὐθὺς εἰς οὐρανὸν τὸ ὄμμα συντείναντος, καί, Ἐμφραχθείη τὸ στόμα, εἰπόντος, τοῦ κατὰ τοῦ Χριστοῦ μου τὰ βλάσφημα λέγοντος, βροντὴ τοιαύτη καὶ σεισμὸς γέγονεν, ὥστε τὸν βασιλέα σύντρομον γενέσθαι σὺν τοῖς περὶ αὐτόν. Τοίνυν καὶ εἰς κάμινον, σφοδρῶς ἐκκαυθεῖσαν, ἐμβάλλεται· προσευξάμενος δὲ καὶ τὴν κάμινον διασκορπίσας καὶ παντελῶς σβέσας, ἐξῆλθεν ἀσινής. Διὸ καὶ ὁ βασιλεὺς αἰδεσθείς, ἕνεκεν τοῦ κάλλους αὐτοῦ καὶ τοῦ γένους, πλέον δέ, δι᾿ ἃ πεποίηκε θαυμάσια, ἀπέλυσεν αὐτὸν ἄνετον διάγειν, ὅπου ἐὰν ἐθέλῃ καὶ βούληται.

Βασιλεύσαντος δὲ μετὰ τοῦτον ἐν Νικομηδείᾳ Μαξιμιανοῦ, διεβλήθη ὁ Ἅγιος πρὸς αὐτόν· καὶ παραστάς, ὡμολόγησε τὸν Χριστόν, Θεὸν ἀληθινόν καὶ τοῦ παντὸς Ποιητήν· καὶ πρῶτον μὲν ῥάβδοις τύπτεται τοσοῦτον, ὥστε, τοὺς δημίους ἀτονήσαντας, κατὰ γῆς πεσεῖν, ὡς ἡμιθνήτους· ἑώκει γάρ, ὡς ἐν ἀλλοτρίῳ σώματι πάσχειν, ὑπὸ Χριστοῦ δυναμούμενος. Εἶθ᾿ οὕτως ἀναρτηθείς, ξέεται ἐπὶ τοσοῦτον, ὡς καὶ παραπλήσια τοῖς προτέροις τοὺς ξέοντας ὑποστῆναι· καὶ μετὰ ταῦτα θηρίοις ἐκδίδοται· καὶ τῶν θηρίων κυλιομένων παρὰ τοὺς πόδας αὐτοῦ τοῦ Ἁγίου, εἰς τὸν Ναὸν ἄγεται προσκυνήσων τοῖς εἰδώλοις· ἃ καὶ δι᾿ εὐχῆς συντρίψας, καὶ τὴν διὰ ξίφους τελείωσιν τοῦ Μαρτυρίου, ἀποφηναμένου τοῦ βασιλέως, παραχρῆμα ἀπεξηράνθη τὴν χεῖρα ὁ δήμιος· καὶ ἕτερος τὴν σπάθην λαβών, ἐκτείνας ταύτην κατὰ τοῦ Ἁγίου, τὰ ὅμοια πέπονθεν· εἶτα βάλλεται ἐν φυλακῇ, καὶ αὖθις ἐξετασθείς, σιδήροις κατεδεσμεύθη.

Ὡς δὲ εἶδεν ὁ βασιλεὺς μηδόλως κυριευόμενον αὐτόν, εἰς Προικόννησον ἐξορίζει· καὶ δέσμιος περιαγόμενος, καθ᾿ ὁδὸν θαύματα οὐκ ὀλίγα ἐποίει, δαίμονας διώκων, λεπροὺς ἀποκαθαίρων, καὶ πᾶν ἕτερον νόσημα θεραπεύων. Εἴδωλα λόγῳ μόνῳ ἀφ᾿ ὕψους καταράσσων, καὶ εἰς χοῦν καὶ ὕδωρ μετασκευάζων. Καὶ δέσμιος ἐν Νικαίᾳ γενόμενος, καὶ προσψαύσας εἰδωλικῷ ναῷ περιβοήτῳ, εὐθέως ἐκ θεμελίων πάντα κατέβαλε· καὶ διὰ τῶν τοιούτων σημείων πολλοὶ ἐπίστευσαν τῷ Χριστῷ· Προσῆλθε δὲ τῷ Χριστῷ καὶ ὁ κόμης, καὶ οἱ σὺν αὐτῷ στρατιῶται.

Ὡς δὲ πρὸς τὰ μέρη τῆς Σιγριανῆς ἔφθασεν ὁ Ἅγιος, καὶ ἐκεῖσε πολλὰ εἰργάσατο θαυμάσια, εἶπον οἱ ἐκεῖσε τῷ τε Ἁγίῳ καὶ τῷ ἄρχοντι· Ὅτι ἐστὶν ᾧδε ἔγγιστα ἡμῶν ἄνθρωπός τις, Εὐβίοτος τοὔνομα, χριστιανός, ποικίλα δεινὰ καὶ διάφορα ὑπομείνας διὰ τὸν Χριστὸν παρὰ τοῦ ἄρχοντος, ὡς ἀδάμας δὲ γενναῖος καὶ ἀβλαβὴς διαφυλαχθεὶς καὶ σημεῖα ἐξαίσια ποιῶν. Ὡς οὖν ταῦτα ἤκουσεν ὁ ἅγιος Φιλέταιρος, ἦλθε θεάσασθαι τοῦτον· ὅθεν καὶ Ἄγγελος Κυρίου πρὸς τὸν μακάριον Εὐβίοτον ἀπελθών, εἶπεν· Ἔξελθε τοῦ κελλίου σου μικρὸν καὶ δεῦρο εἰς τόν δε τὸν τόπον, εἰς συνάντησιν Φιλεταίρου τοῦ συμμάρτυρός σου. Ὁ δέ, εὐθέως ἐξελθών, κατήρχετο ἀπὸ τοῦ Ὄρους τῆς Σιγριανῆς.

Ὁ δὲ ἅγιος Φιλέταιρος, ὁδηγηθεὶς πρὸς τὴν εἰς τὸν ἅγιον Εὐβίοτον ὁδὸν παρά τινος ἐγχωρίου, ἀνήρχετο πρὸς τὸ Ὄρος τῆς Σιγριανῆς μετὰ τοῦ Κόμητος καὶ τῶν ἓξ στρατιωτῶν, τῶν πιστευσάντων καὶ βαπτισθέντων, καὶ σὺν αὐτῷ μελλόντων εἶναι. Καὶ μικρὸν προσαναβάντες, ὁρῶσι τὸν μακάριον Εὐβίοτον πρὸς αὐτοὺς κατερχόμενον· καὶ ἀσπασάμενοι ἀλλήλους καὶ χαρᾶς πολλῆς πλησθέντες, εὐφρανθέντες τε, ἀνῆλθον ὁμοῦ εἰς τὸ τοῦ ἁγίου Εὐβιότου οἰκίδιον· καὶ προσμεινάντων ἐκεῖσε ὁμοῦ ἡμέρας ἑπτά, ἐκοιμήθη ὁ μακάριος Φιλέταιρος, ὃν ὕπνον ἐπόθει, καὶ πρὸς τὸν ποθούμενον μετέστη Χριστόν, εἰς χεῖρας αὐτοῦ τὴν ψυχὴν παραθείς. Ἐκήδευσε δὲ αὐτὸν ὁ μακάριος Εὐβίοτος εἰς τὸ ἑαυτοῦ καταγώγιον. Ὡσαύτως δὲ ὅ τε κόμης καὶ οἱ σὺν αὐτῷ ἓξ στρατιῶται, κοιμηθέντες καὶ αὐτοὶ μετὰ ταῦτα, διὰ ἕνδεκα ἡμερῶν, ὧν ἐκεῖσε διεβίβασαν καὶ ἐτέθησαν πλησίον τοῦ Ἁγίου. Τὰ δὲ τοῦ μακαρίου Εὐβιότου προεγράφησαν κατὰ τὴν ὀγδόην καὶ δεκάτην τοῦ ἐνεστῶτος Μηνός.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ διὰ τοῦ Ἁγίου Φιλεταίρου πιστεύσαντες τῷ Χριστῷ, ὅ τε Κόμης καὶ οἱ ἕξ στρατιῶται, ἐν εἰρήνῃ τελειοῦνται.

Στίχοι:

Εἰς καλὸν ἀπήντησεν ὁ ὁδὸς πέρας,

Τοῖς ἑπτὰ τούτοις Οὐρανοὺς ἐφθακόσιν.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Λέων ὁ Ἀρχιμανδίτης, ἐν εἰρήνη τελειοῦται.

Στίχοι:

Ῥευστοῦ μεταστάς, Χριστέ, Λέων ἐκ βίου,

Σκύμνον λέοντος ἐξ Ἰούδα σὲ βλέπει.



Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἀνυσίου, ἐπισκόπου Θεσσαλονίκης.

Ταῖς αὐτῶν πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Κανὼν πρῶτος. Εἱρμός. Οἱ Παῖδες εὐσεβείᾳ.

Ναῷ διακονῶν ἐν εὐλαβείᾳ τῆς φωνῆς ἀκήκοας τοῦ Παντοκράτορος, καὶ σθένος λαβὼν προθύμως ἔσπευσας, πρὸς τοὺς ἀγῶνας κραυγάζων τῆς ἀθλήσεως· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

Ἀγῶνα τῆς ἀθλήσεως ἀνύων, τὰ ὀνείδη καὶ τὰ σκώμματα ὑπέμεινας, καὶ πάσαις ὁδοῖς περιαγόμενος, παικτικῶς Ὁσιομάρτυς χαίρων ἔψαλλες· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

ΘΕΟΤΟΚΙΟΝ.

Γεννήσασα ἀφράστως τὸν Σωτῆρα, σωτηρίας αἰωνίου με ἀξίωσον, χειρῶν ῥυομένη με τοῦ ὄφεως, Θεοτόκε τὸν ἶκέτην σου κραυγάζοντα· Εὐλογῃμένη σὺ εἶ Θεοκυῆτορ.

Δεύτερος. Θεοῦ συγκατάβασιν.

Τὸν δρόμον διήνυσας, τὸν τῆς ἀθλήσεως καρτερώτατα, πορφυρώσας τοῖς ῥείθροις, τῶν σῶν αἱμάτων τὸ θεῖον ἔνδυμα, ὃ στολισάμενος ψάλλεις γηθόμενος· Εὐλογητὸς ὁ Θεὸς, ὁ τῶν Πατέρων ἡμῶν.

Ὑψώθης τοῖς ἄθλοις σου, Ὁσιομάρτυς Γεδεὼν ἔνδοξε, καὶ λαμπρῶς ἐδοξάσθης, σὺν Ἀθλοφόροις τοῖς πάλαι Ἅγιε, μεθ᾿ ὧν Κυρίῳ κραυγάζεις γηθόμενος· Εὐλογητὸς ὁ Θεὸς, ὁ τῶν Πατέρων ἡμῶν,

Στεφάνοις κοσμούμενος, τῆς σῆς ἀσκήσεως καὶ ἀθλήσεως, Γεδεὼν Νεομάρτυς, ταύτην τὴν Μάνδραν σου φρούρει πάντοτε, τὴν εὐλαβῶς σε τιμῶσαν καὶ ψάλλουσαν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν,

Θεοτοκίον.

Γενοῦ μοι Πανάμωμε, καὶ προστασία καὶ καταφύγιον, τῆς δεινῆς ἐπηρείας τοῦ ἀλλοτρίου με ἀπαλλάττουσα· σοὶ γὰρ προσπίπτω καὶ πόθῳ κραυγάζω σοι· χαῖρε Παρθένε Ἁγνή, ἁμαρτωλῶν προσφυγή,

ᾨδὴ η΄. Κανὼν πρῶτος τοῦ Ἁγίου. Εἱρμός. Θαύματος ὑπερφυοῦς.

Ἔχει σε ἡ Καρακάλλου θεία Μάνδρα ἐγκαλλώπισμα καὶ θεῖον γέρας· ἐξ αὐτῆς γὰρ Ἅγιε ὥσπερ ἄστρον, νεοφανὲς ἀνέτειλας, ἀθλήσεως ἐκλάμπων τὸ φῶς, διὸ Γεδεὼν καταυγαζόμενοι, τοῖς σοῖς ἄθλοις ὑμνοῦμεν πάντες τὸν Κύριον, καὶ ὑπερυψοῦμεν, αὐτὸν εἰς τοὺς αἰῶνας.

Ῥώμην θεϊκὴν πιστῶς ἐνδεδυμένος, ἀπτοήτως χωρεῖς πρὸς τοὺς ἄθλους, καὶ τῶν παρανόμων τὴν δυναστείαν, τῇ σῇ ἐνστάσει ἐγύμνωσας, ἐνέγκας τὰς τομὰς ἀνδρικῶς, βοῶν Γεδεὼν ἀξιοθαύμαστε· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Αἵμασι πεφοινιγμένος θεοφόρε, τῷ Σωτῆρι παρέστηκας χαίρων, ᾧ πρέσβευε ἀεὶ Ὁσιομάρτυς, ὑπὲρ τῆς παρούσης ποίμνης σου, τιμώσης σου τὴν μνήμην φαιδρῶς, σοφὲ Γεδεὼν ἀξιοθαύμαστε, ὡς ἂν βίον ἡσύχιον διάγωμεν, ἀνυμνολογοῦντες, Χριστὸν εἰς τοὺς αἰῶνας.

ΘΕΟΤΟΚΙΟΝ.

Σάρκα προσλαβὼν Ἁγνὴ ὁ Θεὸς Λόγος, ἐξ ἁγνῶν αἱμάτων σου ἀτρέπτως, διπλοῦς ἐτέχθη ἐκ τῆς σῆς νηδύος, μίαν ἔχων τὴν ὑπόστασιν, καὶ ὕψωσεν ἡμᾶς τῆς φθορᾶς· διὸ Θεοτόκε ἀνυμνοῦντές σε· Εὐλογεῖτε βοῶμεν πάντες τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Δεύτερος. Ἑπταπλασίως κάμινον.

Ἐν τοῖς Ὁσίοις Ἅγιε, ἱερῶς ἐνδιέπρεψας, καὶ ἐν Ἀθλοφόροις Μάρτυς ὤφθης ἄριστος· ἐντεῦθεν τετίμησαι, Ὁσιομάρτυς ἔνδοξε, στέμμασι διπλοῖς παρὰ Κυρίου κραυγάζων· Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ῥώμην στεῤῥὰν καὶ ἄτρεπτον, καὶ ἀήττητον φρόνημα, ἔδειξας θεόφρον ἐν τῷ πικρῶς τέμνεσθαι, τὰς χεῖρας καὶ πόδας σου, μανίᾳ τοῦ ἀλάστορος, ψάλλων Γεδεών, τῷ δυναμοῦντι Σωτῆρι· Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ἀσκητικοῖς παλαίσμασι, καὶ αἱμάτων τοῖς ῥεύμασι, τὰς τῶν ἀντιπάλων παρατάξεις ᾔσχυνας, καὶ μάρτυς περίδοξος, ἐν τοῖς ὑστέροις ἔτεσιν, ὤφθης Γεδεών, ἐν εὐφροσύνῃ κραυγάζων· Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

ΘΕΟΤΟΚΙΟΝ.

Σωματωθεὶ δι᾿ ἔλεος, ὁ ἀσώματος Κύριος ἐκ τῶν σῶν αἱμάτων Κόρη Ἀειπάρθενε, ὡράθη ὡς ἄνθρωπος, ἐπὶ τῆς γῆς καὶ ἔσωσε, γένος τῶν βροτῶν, τῆς τοῦ Ἀδάμ ἁμαρτίας· διό σε Θεοτόκε ὑμνοῦμεν κατὰ χρέος, καὶ ὑπερυψοῦμεν, τὸν ἄφραστόν σου τόκον.

ᾨδὴ θ΄. Κανὼν πρῶτος. Εἱρμός. Μυστήριον ξένον.

Ἰσότιμος ὤφθης, Γεδεὼν μακάριε, ὡς ἀγωνισάμενος, νομίμως Ὁσίων καὶ Μαρτύρων, μεθ᾿ ὧν ἐκδυσώπει, δοθῆναι ἡμῖν πταισμάτων ἄφεσιν, τοῖς πόθῳ τὴν θείαν μνήμην σου γεραίρουσι.

Μονήν σου τὴν θείαν φαιδρῶς εὐφημοῦσάν σε Γεδεὼν θεόληπτε, ἐκ πάσης ἀπάλλαττε ἀνάγκης, ταῖς σαῖς ἱκεσίαις, καὶ αἴτει ἡμῖν χάριν καὶ ἔλεος, παρᾲ τοῦ Χριστοῦ, Ὁσιομάρτυς ἀξιάγαστε.

Οὐράνιον δόξαν λαβὼν καὶ ἀΐδιον ζωὴν κληρωσάμενος, καὶ θέσει θεούμενος ἀῤῥήτῳ, ἀπαύστως δυσώπει, Χριστὸν τὸν Θεὸν Γεδεὼν ἔνδοξε, διδόναι ἡμῖν, τοῖς σὲ ὑμνοῦσι φῶς καὶ ἔλεος.

ΘΕΟΤΟΚΙΟΝ.

Ὑμνοῦμεν Παρθένε, τὴν ἄῤῥητον δόξαν σου, ὅτι Θεὸν τέτοκας, ἐκ σοῦ σάρκα λαβόντα ἀτρέπτως, δι᾿ ἔλεος μέγα. Αὐτὸν ἐκδυσώπει Ἀειπάρθενε, διδόναι ἀεί, ἡμῖν πταισμάτων τὴν συγχώρησιν.



Δεύτερος. Ἐξέστη ἐπὶ τοῦτῷ.

Ἰδόντες σου τό ἄτρεπτον τῆς ψυχῆς, Γεδεὼν οἱ Χριστῷ αντικείμενοι, την κατά σου, ἥνεγκαν θανάτου ψήφον σοφέ· καὶ ἀπηνῶς ἀπέτεμον, χεῖράς σου καὶ πόδας οἱ δυσσεβεῖς· διὸ καὶ νικηφόρος, ἀνέδραμες παμμάκαρ, πρός τὰ οὐράνια σκηνώματα.

Μαρτύρων καὶ Ὁσίων συγκοινωνός, Γεδεὼν ἀληθῶς ἀναδέδειξαι, διαδραμών, Πάτερ ἀμφοτέρων σὺ τῂν ὀδόν, μεθ᾿ ὧν τῶν ὑπὲρ ἔννοιαν, ἤδη χρηματίζων ἐν οὐρανοῖς, ἀΰλων δωρημάτων, συμμέτοχος μὴ παύσῃ, ὑπὲρ ἡμῶν Χριστοῦ δεόμενος.

Ὁσίως τὴν ζωήν σου διατελῶν, μαρτυρίου πρὸς ὕψος περίδοξον, ἤρθης σοφέ, πάντων ἀφειδήσας τῶν ἐπὶ γῆς, Ὁσιομάρτυς Ἅγιε, Γεδεὼν δοχέιον θείου φωτός· διὸ κἀμοῦ τὸν ὕμνον, πρόσδεξαι καὶ ἐξαίτει, τὴν τῶν πταισμάτων μου συγχώρησιν.

Θεοτοκίον.

Ὑπέραγνε Μαρία Μῆτερ Θεοῦ, Ἀειπάρθενε Κόρη Πανύμνητε, ἁμαρτωλῶν, μέγα καταφύγιον καὶ λιμήν, τὴν ῥυπαράν καρδίαν μου, κάθαρον καὶ ῥῦσαί με τῶν παθῶν, καὶ σῶσόν με Παρθένε, τὸν σὸν ἀχρεῖον δοῦλον, πιστῶς προσπίπτοντα τῇ σκέπῃ σου.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Ἀσκητικῇ λαμπρότητι, τὸν βίον σου ἐκόσμησας, καὶ μαρτυρίου ἀγῶσιν, ἐδόξασας τὸν Σωτῆρα, ἀθλήσας ἐννομώτατα, παρ᾿ οὗ λαμπρῶς δεδόξασαι, Ὁσιομάρτυς ἔνδοξε, ὃν Γεδεὼν ἐκδυσώπει, ὑπὲρ τῶν σὲ ἀνυμνούντων.

Τῆς Ἑορτῆς.

Ἐν τῷ Σπηλαίῳ Ἄχραντε, τῆς Βηθλεὲμ ἐκύησας, τὸν Βασιλέα τῆς δόξης, καὶ ἐσπαργάνωσας τοῦτον, ἐν φάτνῃ ὥσπερ νήπιον, Ἀγγέλων ἀνυμνούντων σου, τὸν τόκον τὸν ἀπόῤῥητον, δι᾿ οὗ ἐῤῥύσθημεν Κόρη, τῆς παλαιᾶς καταδίκης,

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων,

Τὸν τῆς ἀσκήσεως δρόμον ἀνύων Ὅσιε, πρὸς μαρτυρίου ἤρθης, τὸ περίβλεπτον ὕψος, Χριστὸν ὁμολογήσας καὶ καθελών, τῶν ἀνόμων τὸ φρύαγμα, Ὁσιομάρτυς πανένδοξε Γεδεών διὰ τοῦτο εὐφημοῦμέν σε.

Ὡς τῆς φωνῆς ἐπακούσας τοῦ Παντοκράτορος, προθύμως ἐπορεύθης, μαρτυρίου τὴν τρίβον, καὶ ᾔσχυνας ἀγῶσιν ἀθλητικοῖς, τὸν σὲ πρῴῃν πτερνίσαντα, ὁμολογήσας ἐνώπιον ἀσεβῶν, Γεδεὼν Χριστοῦ τὸ ὄνομα.

Ὡς τετρωμένος τῇ θείᾳ ἀγάπῃ Ἅγιε, ὑπέμεινας ἀνδρείως, στεῤῥοτάτῃ καρδίᾳ, χειρῶν καὶ τῶν ποδῶν σου τὴν ἐκκοπήν, Γεδεὼν παναοίδιμε, καὶ ἀνελήλυθας χαίρων πρὸς τὸν Χριστόν, καθελὼν τὸν παναλάστορα,

Τοῖς ἱεροῖς σου ἀγῶσιν εγκαλλωπίζεται, Χριστοῦ Ὁσιομάρτυς, ἡ σεπτὴ Ἐκκλησία, καὶ χαίρει Καρακάλλου ἡ εὐαγής, θεία Μάνδρα τιμῶσά σε, καὶ προσκυνοῦσα ἐν πίστει εἰλικρινεῖ, τὰ σεπτά σου Μάρτυς λείψανα.
Δόξα. Ἦχος πλ. δ´.

Ἀθλητικοῖς καμάτοις, τῆς ἀρετῆς τὴν ἀντίδοσιν, λαμπροτέραν ἔδειξας, Ὁσιομάρτυς Γεδεὼν μακάριε, τῶν φθαρτῶν γὰρ ὑπεραρθείς, θεολήπτῳ ψυχῇ ὑπῆλθες, τοῦ μαρτυρίου τὸ στάδιον καὶ ὑπεράνω πάντων γεγονώς, ἀπειλῶν καὶ αἰκισμῶν, διὰ πικροτάτου θανάτου, πρὸς τὴν ἀθάνατον ἔβης μακαριότητα. Καὶ νῦν τῶν πόνων τὰ ἔπαθλα, δρεπόμενος, Ἅγιε, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Ἦχος β´. Τῆς Ἑορτῆς.

Σήμερον ὁ Χριστός...

ΔΟΞΟΛΟΓΙΑ ΜΕΓΑΛΗ, ΚΑΙ ΑΠΟΛΥΣΙΣ

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ τυπικά, καὶ ἐκ τῶν κανόνων τοῦ Ἁγίου, ἡ γ´ καὶ στ´ ᾠδή.

Ἀπόστολον ζήτει τῇ κζ´ Κυριακῇ. Εὐαγγέλιον κατὰ Ματθαῖον, ζήτει αὐτῷ, τῇ Τετάρτῃ, τῆς γ΄ Ἑβδομάδος τοῦ Ματθαίου.

Κοινωνικόν: Εἰς μνημόσυνον...

Μεγαλυνάριον.

Χαίροις τῶν Ὁσίων ὁ μιμητής, χαίροις τῶν Μαρτύρων ἐν τόις ἄθλοις ὁ κοινωνός, χαίροις Καρακάλλου, Μονῆς τὸ θεῖον γέρας, Χριστοῦ Ὁσιομάρτυς, Γεδεὼν ἔνδοξε.

Δίστιχον.

Ὁσιομάρτυς Γεδεὼν θεοφόρε

Γερασίμου πρόσδεξαι τὴν ὑμνῳδίαν,

ΧΑΙΡΕΤΙΣΜΟΙ

Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.

Τῶν σῶν αἱμάτων ἐν τοῖς ῥείθροις κατεφοίνιξας, Ὁσιομάρτυς τὴν στολήν σου τὴν ὑπέρτιμον, καὶ προσήχθης τῷ Κυρίῳ δεδοξασμένος. Ἀλλ᾿ ὡς ἔχων παῤῥησίαν καθικέτευε, Γεδεὼν πάσης λυτροῦσθαι περιστάσεως, τοὺς βοῶντάς σοι· Χαίροις Μάρτυς ἀήττητε.

Ἄθλησιν τὴν ἁγίαν, ἤνυσας στεῤῥοψύχως, κλεινὲ Γεδεὼν Οσιομάρτυς· (έκ γ᾿ ) καὶ εὐκληρίας ἀθλητικῶς, παρὰ Κυρίου λαμπρῶς κατηξίωσαι· διὸ σε μακαρίζοντές σοι τοιαῦτα·

Χαῖρε, δι᾿ οὗ ἡ πλάνη ἐτρώθη·

χαῖρε δι᾿ οὗ ἡ πίστις ὑψώθη.

Χαῖρε τῶν Ὁσίων Πατέρων ὁμότροπος·

χαῖρε τῶν Ἁγίων Μαρτύρων ἰσότιμος.

Χαῖρε ὕψος καρτερότητος καταράσσον τὸν ἐχθρόν·

χαῖρε βάθος ταπεινώσεως, μεγαλύνον τὸν Χριστόν.

Χαῖρε ὅτι ἀσκῄσει ἐνδιέπρεψας θείᾳ·

χαῖρε ὅτι ἀθλήσει διαλάμπεις ἁγίᾳ.

Χαῖρε ἀστὴρ ὁ νέος τῆς πίστεως·

χαῖρε πρηστὴρ ἀπάτης τοῦ χείρονος.

Χαῖρε δι᾿ οὗ εὐσεβοῦντες σκιρτῶσι·

χαῖρε δι᾿ οὗ δυσσεβοῦντες σιγῶσι

Χαίροις Μάρτυς ἀήττητε.

Βλέμματι κατιδών σε, ὁ ἀλάστωρ βασκάνῳ, ὠθεῖ σε εἰς βυθὸν ἀπωλείας, ἀλλ᾿ ἀνανήψας γνώμῃ στεῤῥᾷ, τὴν τοῦ Πέτρου μετάνοιαν ἐζήλωσας, καὶ ἐν θερμοῖς τοῖς δάκρυσι, Γεδεὼν ἐβόας Κυρίῳ·

Ἀλληλούϊα.



Γνώμῃ τελειοτάτῃ ἐκφυγὼν τὴν ἀπάτην, ἐδέξω μετανοίας τὴν χάριν· καὶ ἐν Κρήτῃ, χαίρων προσελθών, ᾠκειώθης τῷ Χριστῷ θείαις πράξεσι, δι᾿ ὧν φαιδρύνεις ἅπαντας, τοὺς ἐκβοῶντάς σοι τοιαῦτα·

Χαῖρε Χριστὸν θερμῶς ἀγαπήσας·

χαῖρε δεσμὰ τῆς πλάνης συντρίψας.

Χαῖρε μετανοίας τὸ Θεῖον γεώργιον·

χᾶιρε ἀληθείας εὐῶδες ὀσφράδιον.

Χᾶιρε σκεῦος πολυτίμητον ἐπιπνοίας θεϊκῆς·

χαῖρε ἄνθος εὐθαλέστατον εὐσθενείας ψυχικῆς.

Χαῖρε ὅτι ἐκτήσω ἣν ἀπώλεσας χάριν·

χαῖρε ὅτι ἠρνήσω τὴν καχέσπερον πλάνην.

Χαῖρε Χριστοῦ τὸ φῶς εἰσδεξάμενος·

χαῖρε ἐχθροῦ τὸν ζόφον τρεψάμενος.

Χαῖρε ἀμέμπτως ἐν Κρήτῃ, βιώσας·

χαῖρε ψυχῇς τὰς δυνάμεις νευρώσας.

Χαίροις Μάρτυς ἀήττητε.

Δύναμιν οὐρανίαν, ἐν τῃ Κρήτῃ ἐδέξω, Χριστῷ ἐν ἀληθείᾳ λατρεύσας, καὶ μετανοίας ἔργοις καλοῖς, ἀνακαλων τὴν ἧτταν διετέλεσας· ἐν προσευχαῖς γὰρ Ἅγιε, σχολάζων Κυρίῳ ἐβόας·

Ἀλληλούϊα.

Ἔδραμες ἐν τῷ Ἄθῳ, φλεγομένῃ καρδίᾳ, Ὁσίων ἀνιχνεύων τὸν βίον, καὶ τῃ τοῦ Καρακάλλου Μονῇ, περιεβάλου τὸ ἅγιον ἔνδυμα· διὸ τὴν πολιτείαν σου, γεραίροντες σοὶ ἐκβοῶμεν·

Χαῖρε ὁ πλήρης θείας ἀγάπης·

χαῖρε τὸ βέλος κατὰ τῆς πλάνης.

Χαῖρε ζωηφόρου πυρὸς εὐναστήριον·

χαῖρε ἱερῶν ἐννοιῶν οἰκητήριον.

Χαῖρε ἄνθραξ ὁ πρηστήριος ἐνεργείας θεϊκῆς·

χαῖρε θείας ἀγαθότητος μύστης ὁ θεοειδής.

Χαῖρε ὅτι προσῆλθες ἐν τῳ Ἄθῳ προθύμως·

χαῖρε ὅτι τοῦ κόσμου ἀπεῤῥάγης τελείως.

Χαῖρε Χριστοῦ τὸν ζυγὸν ἀράμενος·

χαῖρε χαρὰν τὴν θείαν εὑράμενος.

Χαῖρε παθῶν τὰς ὁρμὰς θανατώσας·

χαῖρε ψυχῆς τὰς δυνάμεις ζωώσας.

χ ίρΦις Μάρτυς ἀήττητε-

Ζήλου θείου ἐπλήσθης, καὶ θερμῶς ἀπεδύσω, πρὸς πόνους της ἀσκήσεως Πάτερ, δι᾿ ὧν τὴν καρδίαν λαμπρυνθείς, τύπος ἐναρέτου ζωῆς γέγονας, τῃ ἱερᾷ Ἀδελφότητι, μεθ᾿ ἧς Γεδεῶν ἀνεβόας·

Ἀλληλούϊα.

Ἤκουσας παραδόξως, ἐν ναῷ τῷ ἁγίῳ, φωνῆς τοῦ Παντοκράτορος Λόγου, καὶ ἀναπτερωθεὶς τὴν ψυχήν, πρὸς μαρτυρίου τὰ σκάμματα ἔδραμες· διὸ τὴν σὴν λαμπρότητα, θαυμάζοντες ἀναβοῶμεν·

Χαῖρε Χριστοῦ φωνῆς ἐπακούσας·

χαῖρε ψυχὴν καὶ νοῦν ἐκλαμπρύνας.

Χαίρε πρὸς Μαρτύρων δραμὼν τὰ παλαίσματα·

χαῖρε ὁ πατήσας ἐχθροῦ τὰ βουλεύματα.

Χαῖρε φοίνιξ ὁ γλυκύκαρπος ἀρετῶν ἀσκητικῶν·

χαῖρε τύπος θεοτύπωτος πόνων τῶν μαρτυρικῶν.

Χαῖρε ὅτι τὸν λόγον ἐκπληροῖς τοῦ Κυρίου·

χαῖρε ὅτι τὸ θράσος καθαιρεῖς τοῦ δολίου.

Χαῖρε Χριστοῦ ποθήσας τὴν νέκρωσιν·

χαῖρε ἐχθροῦ αἰσχύνας τὴν ἔντασιν.

Χαῖρε Χριστὸν ἐκ ψυχῆς ἀγαπήσας·

χαῖρε ἐχθροῦ τὴν ἰσχὺν καταλύσας.

Χαίροις Μάρτυς ἀήττητε.

Θεοδρόμον πορείαν, διανύων προθύμως, κηρύττεις την χριστώνυμον κλῆσιν, καὶ εὐτόλμως τῶν δυσσεβῶν, διελέγχεις Γεδεὼν τὴν παράνοιαν· Χριστῷ γὰρ ἀναγόμενος, ἀνεβόας ἐν εὐφροσύνῃ·

Ἀλληλούϊα.

Ἴθυνας τὴν πορείαν, Γεδεὼν τῆς καρδίας, πρὸς πόθον ὁλικῶς τοῦ Σωτῆρος, καὶ τούτου τὸ ὄνομα λαμπρῶς, ἐν Ζαγορᾷ τοις ἀπίστοις ἐκήρυξας· διὸ πιστοί σε ἅπαντες, γεραίροντες ἀναβοῶμεν·

Χαῖρε Χριστὸν λαμπρῶς ὁ κηρύξας·

χαῖρε ἐχθροῦ τὴν ὀφρὺν αἰσχύνας.

Χαῖρε των Μαρτύρων τὸν ζῆλον μιμούμενος·

χαῖρε τῶν ἀπίστων ἰσχὺν μὴ πτοούμενος.

Χαῖρε κήρυξ μεγαλόφωνος της θεότητος Χριστοῦ·

χαῖρε ξῖφος τὸ ἀμφίστομον κατὰ πλάνης τοῦ ἐχθροῦ.

Χαῖρε ὅτι ἐδέξω δύναμιν οὐρανίαν·

χαῖρε ὅτι συντρίβεις δυσσεβων τὴν μανίαν.

Χαῖρε στεῤῥὸν της πίστεως ἔρεισμα·

χᾶιρε πιστῶν ἀσάλευτον στήριγμα.

Χαῖρε ζηλωτὰ τῶν πάλαι Μαρτύρων·

χαῖρε μιμητὰ κλεινὲ τῶν Ὁσίων.

Χαίροις Μάρτυς ἀήττητε.

Κόσμου ξένος ὑπάρχων, ἐραστὴς ὢν τῶν ἄνω, ξενίζεις τῇ στεῤῥᾳ σου ἀθλήσει, μάκαρ Γεδεὼν τοὺς εὐσεβεῖς, θεωροῦντάς σου τὸν ἔνθεον ἔρωτα· καὶ ἐν Βελεστίνῳ ἐλθών, ἀθλῶν ἐβόας τῷ Σωτῆρι·

Ἀλληλούϊα.

Λάμπων τῇ πολιτείᾳ ἀληθῶς τῇ ὁσίᾳ ἀθλητικῇ θείᾳ εὐκληρίᾳ ἐλαμπρύνθης πλεῖον Γεδεών, καὶ ἐν ἀμφοτέροις Χριστὸν ἐδόξασας· ᾡ πρέσβευε δεόμεθα, ὑπὲρ των πίστει σου βοώντων·

Χαῖρε ὁ ἔνθεος ἐν ἀσκήσει·

χαῖρε ὁ ὅσιος ἐν ἀθλήσει.

Χαῖρε τῶν Ὁσίων Πατέρων ἰσότιμος·

χαῖρε των Ἁγίων Μαρτύρων ὁμόστεφος.

Χαῖρε ἀρετῶν τὴν ἄσκησιν διανύσας νουνεχῶς·

χαῖρε Ἀθλητῶν τὴν ἄθλησιν ὑπελθὼν καρτερικῶς.

Χαῖρε ὅτι ἐν Ἄθῳ διαλάμπεις ὡς ἄστρον·

χαῖρε ὅτι κηρύττεις εὐσεβείας τὸν λόγον.

Χαῖρε στεῤῥὸν ἀνδρείας ἐκτύπωμα·

χαῖρε καινὸν Μαρτύρων ὁμοίωμα.

Χαῖρε πιστῶν ἑδραιότατον ἕρκος,

χαῖρε ἡμιῶν οὐρανόσδοτον εὖχος

Χαίροις Μάρτυς ἀήττητε.

Μοναστὴς θεοφόρος ἐν τῶ Ἄθῳ ἐδείχθης ἀγῶσι πρακτικῆς πολιτείας· ἐν γὰρ τῇ Καρακάλλου Μονῇ ἐναρέτου ζωῆς ὤφθης ὑπόδειγμα, Γεδεὼν παμμακάριστε, καὶ ἔνθους Χριστῷ ἀνεβόας·

Ἀλληλούϊα.

Νέος Μάρτυς ἐδείχθης, ἐν ὑστέροις τοῖς χρόνοις, ἀθλήσας Γεδεὼν ὑπὲρ φύσιν· τῶν γὰρ χειρῶν σου καὶ τῶν ποδῶν, τὴν ἐκκοπὴν θαυμαστῶς ἐκαρτέρησας, διὸ τὴν καρτερίαν σου, θαυμάζοντες ἀναβοῶμεν·

Χαῖρε ὁ Μάρτυς τῆς ἀληθείας·

χαῖρε ἡ πτῶσις τῆς ἀνομίας.

Χαῖρε τῆς ἀνδρείας στεῤῥότατον ἴνδαλμα·

χαῖρε τῆς μανίας τοῦ ὄφεως σύντριμμα.

Χαῖρε λίθος ἀδαμάντινος θαυμαστῆς ὑπομονῆς·

χαῖορε ἄκμων ἀδιάσειστος καρτερίας ψυχικῆς.

Χαῖρε ὅτι ὑπέστης τὴν τομὴν τῶν μελῶν σου·

χαῖρε ὅτι ἐκπλήττεις τὴν πληθὺν τῶν ἐχθρῶν σου.

Χαῖρε τεμὼν τῆς πλάνης τὸν σύνδεσμον·

χαῖρε λαβὼν τὸν ἄφθαρτον στέφανον.

Χαῖρε δι᾿ οὗ εὐσεβεῖς κραταιοῦνται·

χαῖρε δι᾿ οὗ ἀσεβεῖς ἐκθαμβοῦνται.

Χαίροις Μάρτυς ἀήττητε.

Ξένον θέαμα ὤφθης, τοὺς πιστοὺς καταπλῆττον, τῇ ἀνδρειοτάτῃ ἀθλήσει· ὡς γὰρ ἄλλου πάσχοντος στεῤῥῶς, τὴν τῶν χειρῶν καὶ ποδῶν ἀφαίρεσιν, ὑπέμεινας μακάριε, ψάλλων τῷ σὲ δυναμοῦντι·

Ἀλληλούϊα.

Ὅμβροις τῶν σῶν αἱμάτων, τὸν χειμάῤῥουν τῆς πλάνης, κατέκλυσας στεῤῥὲ Ὁσιομάρτυς· ὦ τῆς πολλῆς σου ὑπομονῆς! πῶς ἤνεγκας μελῶν σου τὴν ἐκτομήν; ἡμεῖς δὲ ἐκπληττόμενοι, βοῶμέν σοι ἐν κατᾳνύξει·

Χαῖρε ὁ μέγας ἐν καρτερίᾳ·

χαῖρε ὁ ἄκμων ἐν τῇ ἀνδρείᾳ.

Χαῖρε ὁ ἐκπλήξας πιστῶν τὴν διάνοιαν·

χαῖρε ὁ αἰσχύνας ἐχθρῶν τὴν παράνοιαν.

Χαῖρε ὅτι στεῤῥῶς ἤνεγκας τῶν χειρῶν τὴν ἐκτομήν·

χαῖρε ὅτι χαίρων ἔφερες τῶν ποδῶν τὴν ἐκκοπήν.

Χαῖρε εἰκὼν ἔμπνους Ἰακώβου τοῦ Πέρσου·

χαῖρε καίριον βέλος κατ᾿ ἐχθροῦ τοῦ ἐχθίστου.

Χαῖρε πηγὴ πολλῆς κατανύξεως·

χαῖρε βαλβὶς ἐκθάμβου ἐκπλήξεως.

Χαῖρε ἐχθρῶν κατατμήσας τὸ κράτος·

χαῖρε πιστῶν θεοδώρητον αὖχος.

Χαίροις Μάρτυς ἀήττητε.

Πόνους τοὺς δριμυτάτους, καρτερῶς ὑπομείνας, μετέστης πρὸς τὴν ἄπονον ληξιν, τὸ δὲ σῶμά σου τὸ ἱερόν, οἱ εὐσεβεις εὐσχημόνως ἐκήδευσαν, ὑμνοῦντες τοὺς ἀγῶνάς σου, Γεδεὼν καὶ Χριστῷ βοωντες·

Ἀλληλούϊα.

Ῥώμῃ τῃ οὐρανίῳ, Γεδεὼν ἀριστεύσας, ἐδείχθης λαμπρὸς Ὁσιομάρτυς· διὸ ἡ Ἐκκλησία Χριστοῦ, ἐγκαυχᾶται τῃ ἁγίᾳ ἀθλήσει σου, ἡ Καρακάλλου Μάνδρα δέ, ἐν εὐφροσύνῃ σοὶ κραυγάζει·

Χαῖρε ὁ Μάρτυς ἐν τοις Ὁσίοις·

χαῖρε ὁ Ὅσιος ἐν Ἁγίοις.

Χαῖρε τῶν Μαρτύρων πλουτήσας τὴν εὔκλειαν·

χαῖρε μοναζόντων ῥυθμίζων τὴν ἔννοιαν.

Χαῖρε Μάρτυς ἀκαθαίρετος του Σωτῆρος τῶν παθῶν·

χαῖρε στήριγμα ἀκλόνητον τῶν ἐν Ἄθῳ μοναστῶν.

Χαῖρε ὅτι τὴν κάραν τοῦ δολίου συντρίβεις·

χαῖρε ὅτι πρὸς δόξαν τὴν ἀγήρω ἐπήρθης.

Χαῖρε Χριστοῦ ὁρῶν τὴν λαμπρότητα·

χαῖρε ἐχθροῦ ἑλὼν τὴν κακότητα.

Χαῖρε Μονῆς Καρακάλλου τὸ κλέος·

χαῖρε σεπτὸν Ὄρους Ἄθωνος εὖχος.

Χαίροις Μάρτυς ἀήττητε.

Σῶμα τὸ ἱερόν σου, ἐκκομίσαντες μάκαρ, μετὰ χρονίαν κατάθεσιν ἐν τάφῳ χάριν καὶ ἁγιασμόν, ἐξ αὐτοῦ οἱ εὐσεβεῖς ἐκαρπώσαντο, Ὁσιομάρτυς ἔνδοξε, ἀναβοῶντες τῇ, Τριάδι·

Ἀλληλούϊα.

Τῶν σεπτῶν σου λειψάνων, ἡ Μονὴ Καρακάλλου, πλουτήσασα πανάγιον τμῆμα, χαίρει πνευματικῶς καὶ σκιρτᾷ χάριν ἐξ αὐτῶν τρυγῶσα καὶ ἔλεος, καὶ μέλπουσα τοὺς ἄθλους σου, Γεδεὼν πόθῳ σοι κράζει·

Χαῖρε Μονῆς σου τὸ θεῖον γέρας·

χαῖρε ἐχθρῶν συντρίβων τὸ κέρας.

Χαῖρε Θετταλίας τὸ ἅγιον βλάστημα·

χαῖρε Καρακάλλου τὸ θεῖον ἀγλάϊσμα.

Χαῖρε Γεδεὼν μακάριε, Θετταλῶν ἡ καλλονή·

χαῖρε μοναζόντων στήριγμα καὶ πιστῶν ἡ χαρμονή.

Χαῖρε ὅτι παρέχεις τοῖς πιστοῖς τὰς αἰτήσεις·

χαῖρε ὅτι ἐκτρέπεις τοῦ ἐχθροῦ τὰς ὁρμήσεις.

Χαῖρε διπλῶν τιμῶν ἀξιούμενος·

χαῖρε ἡμῖν τὰ κρείττω δωρούμενος.

Χαῖρε Χριστοῦ ἱερὸς παραστάτης·

χαῖρε ἡμῶν θεοφόρος προστάτης.

Χαίροις Μάρτυς ἀήττητε.

Ὕμνοις σου την αγιαν ἑορτάζοντες μνήμην, πληρούμεθα πολλῆς εὐφροσύνης· σὺ γὰρ ἀοράτως ἡμῖν, ἐφιστάμενος χορηγεῖς χάριν ἄφθονον, Ὁσιομάρτυς Ἅγιε τοῖς εὐλαβῶς Χριστῷ βοῶσιν·

Ἀλληλούϊα.

νῶς τριάδος τῆς θείας καθο ῶν ἐν ὑψίστοι καὶ θέσει θεουμενος ἁγίᾳ λῦσον παθημάτων σκοτασμόν, Γεδεὼν Ὁσιοιμιάρτυς μακάριε, καὶ δίδου ἡμῖν πάντοτε, τὴν ἀρωγήν σου τοῖς βοῶσι·

Χαῖρε Ἀγγέλων ὁ συμπολίτης·

χαῖρε ὁ ἅγιος στεφανίτης.

Χαῖρε θεατὴς τῆς ἀῤῥήτου ἐλλάμψεως·

χαῖρε χορηγὸς σωτηρίου καθάρσεως.

Χαῖρε μέτοχος καὶ σύμμορφος ἀμοιβῶν ἀθλητικῶν·

χαῖρε πρόμαχος καὶ ἔφορος εὐσεβῶν Χριστιανῶν.

Χαῖρε ὅτι βραβεύεις τῇ, πατρίδι σου χάριν·

χαῖρε ὅτι ξηραίνεις παθημιάτων τὴν ζάλην.

Χαῖρε πιστοῖς παρέχων ἰάματα·

χαῖρε ἡμῖν βραβεύων τὰ ἄριστα.

Χαῖρε ψυχων ἐκκαθαίρων τὸν ῥύπον·

χαῖρε πιστῶν κατευφραίνων τὸν δῆμον.

Χαίροις Μάρτυς ἀήττητε.

Χάριν ἡμιν ἐξαίτει, καὶ βοήθειαν θείΘιν, τοῖς ἐν τῇ, ονῇ σου ἀσκουμένοις σὲ γὰρ προστάτην καὶ πρεσβευτήν, πρὸς τὸν Δεσπότην Γεδεὼν κεκτήμεθα, καὶ σοὶ πίστει προστρέχομεν, καὶ ἐκβοῶμεν τῷ Κυρίῳ·

Ἀλληλούϊα.
Ψάλλοντές σου τοὺς ὕμνους Γεδεὼν μετὰ πόθου, ὑμνοῦμέν σου τοὺς θείους ἀγῶνας· ἀλλ᾿ ὡς ἔχων παῤῥησίαν Χριστῳ, μὴ ἐλλίπῃς ὑπὲρ ἡμῶν δεόμενος, ὡς ἂν τῆς θείας τύχωμεν, κληρονομίας ἐκβοῶντες·

Χαῖρε τῶν ἄνω ὁ κληρονόμος·

χαῖρε ὁ μάρτυς ὁ θεοφόρος.

Χαῖρε τῶν ἀΰλων Ἀγγέλων συνόμιλος·

χαῖρε τῶν Ἁγίων ἁπάντων ὁμόσκηνος.

Χαῖρε τεῖχος καὶ ὀχύρωμα τῆς Μονῆς σου τῆς σεπτῆς·

χαῖρε μέγας πρὸς τὸν Κύριον μοναζόντων πρεσβευτής.

Χαῖρε δι᾿ οὗ παθῶν ἰαθήσομαι·

χαῖρε δι᾿ οὗ φωτὸς πληρωθήσομαι.

Χαῖρε χαρὰ τῆς Μονῆς σου καὶ εὖχος·

χαῖρε κἀμοῦ τοῦ ὑμνοῦντός σε σθένος.

Χαίροις Μάρτυς ἀήττητε.

Χριστοῦ στρατιῶτα, Γεδεὼν θεοφόρε, Ὁσίων καὶ Μαρτύρων φαιδρότης (έκ γ᾿ ), δεδεγμένος τοὺς ὕμνους ἡμῶν, ἀντιδίδου ἡμῖν τὴν σὴν ἀντίληψιν, ὡς ἂν ἐν ὁμοφροσύνῃ τῇ Τριάδι ἀεὶ βοῶμεν·

Ἀλληλούϊα.

Δίστιχον:

Χαῖρε Γεδεὼν Χριστοῦ Ὁσιομάρτυς,

Γεράσιμος πόθῳ σοι ἀνακραυγάζει.

ΠΑΡΑΚΛΗΣΙΣ

Εὐλογήσαντος τοῦ Ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ᾿ ὅ, τὸ Θεὸς Κύριος, ὡς συνήθως καὶ τὸ ἑξῆς: Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τοὺς προσιόντας τῇ θερμῇ σου πρεσβείᾳ, Ὁσιομάρτυς Γεδεὼν θεοφόρε, ἀπὸ παντοίων λύτρωσαι κακώσεων, καὶ παράσχου ἅπασι, φωτισμὸν καὶ εἰρήνην, καὶ πταισμάτων ἄφεσιν, καὶ παθῶν θεραπείαν, ταῖς πρὸς Χριστὸν πρεσβείαις σου σοφέ, ὅτι προστάτην σε, θεῖον κεκτήμεθα.

Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε...

Ὁ Ν΄, καὶ ὁ κανὼν οὗ ἡ ἀκροστιχίς: Σὴν ἀρωγὴν Γεδεών μοι δίδου. Γερασίμου.

ᾨδὴ α´. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Στεφάνῳ κοσμούμενος Ἀθλητῶν, ὡς Ὁσιομάρτυς, τοῦ Σωτῆρος περιφανής, Γεδεὼν ἀπαύστως ἐκδυσώπει, ὑπὲρ ἡμῶν τῶν πιστῶς εὐφημούντων σε.

Ἡλίου ἀκτῖσι τοῦ νοητοῦ, λαμπόμενος Πάτερ, τῶν παθῶν μου τὸν σκοτασμόν, λῦσον Γεδεὼν Ὁσιομάρτυς, φωτὶ τῶν σῶν παρακλήσεων δέομαι.

Ναμάτων πληρούμενος νοητῶν, βλῦσον ἡμῖν πᾶσι, τὸν ουράνιον γλυκασμόν, πᾶσαν κατακλύζοντα πικρίαν, ἐκ τῶν ψυχῶν ἡμῶν Μάρτυς δεόμεθα

Θεοτοκίον.

Ἀφράστως τεκοῦσα τὸν Λυτρωτήν, Χριστὸν τὸν Σωτῆρα, Παντευλόγητε Μαριάμ, λύτρωσαι παθῶν τῶν ἀκαθάρτων, τὴν ταπεινὴν μου ψυχὴν ἱκετεύω σε.

ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.

Ῥῶσιν θείαν σχου καὶ τῶν παθῶν ἶασιν, τὴν κατὰ ψυχήν τε και σῶμα τοῖς προσιοῦσί σε, ταῖς ἱκεσίαις σου, Ὁσιομάρτυς Κυρίου, καὶ πταισμάτων αἴτησαι, ἡμῖν τὴν ἄφεσιν.

Ὡς νομίμως ἀθλήσας ὑπὲρ Χριστοῦ Ἅγιε, τῶν ἀνομιῶν μου τὰ πλήθη πάντα ἀφάνισον, ταῖς πρὸς τὸν Εὔσπλαγχνον, ἱκετηρίαις σου Λόγον, Γεδεὼν μακάριε, ἵνα γεραίρω σε.

Γαληνότατος ὅρμος, ἐν πειρασμοῖς γένοιτο, ἡ σὴ θαυμαστὴ προστασία, Γεδεὼν ἔνδοξε, τῇ Καρακάλλου Μονῇ, τῇ προσιούσῃ ἐν πίστει, τοῖς σεπτοῖς λειψάνοις σου, καὶ εὐφημούσῃ, σε.

Θεοτοκίον.

Ἡλιόμορφος θρόνος, καὶ ὑψηλὸς θάλαμος, τοῦ παμβασιλέως τῆς δόξης, καὶ παντοκράτορος, ὤφθης Πανάμωμε· διὸ κἀμὲ σκεῦος δεῖξον, τῆς αὐτοῦ χρηστότητος, καθικετεύω σε.

Διάσωσον, Ὁσιομάρτυς Κυρίου ἐκ πάσης βλάβης, τοὺς εν πίστει τῇ αντιλήψει σου σπεύδοντας, ταῖς πρὸς Χριστὸν εὐπροσδέκτοις σου ἱκεσίαις.

Ἐπίβλεψον ἐν εὐμενείᾳ...

Αἴτησις καὶ τὸ Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Ὡς ἔχων πολλήν, Ὁσιομάρτυς ἔνδοξε, Χριστῷ τῷ Θεῷ, τὴν παῤῥησίαν πρέσβευε, λυτροῦσθαι πάσης θλίψεως, καὶ παντοίων κινδύνων ἑκάστοτε, τοὺς ἐκζητοῦντας ἐν πίστει θερμῇ, τὴν σὴν προστασίαν καὶ βοήθειαν.

ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.

Νοσημάτων ἀπάλλαξον, Γεδεὼν παμμάκαρ καὶ πάσης θλίψεως, καὶ ποικίλων περιστάσεων, τοὺς εἰλικρινῶς σε μακαρίζοντας.

Γεωργεῖν με ἐνίσχυσον, Γεδεὼν παμμάκαρ θεῖα νοήματα, καὶ μακρὰν ἐμοῦ ἀπέλασον, τὸν ποικιλοτρόπως πολεμοῦντά με.

Ἐν τοῖς θείοις λειψάνοις σου, ἡ τοῦ Καρακάλλου Μονὴ σεμνύνεται, ἣν διάσωζε ἀπήμαντον, Γεδεὼν ἐκ πάσης περιστάσεως,

Θεοτοκίον.

Δένδρον γέγονα ἄκαρπον, καὶ πτοοῦμαι Κόρη τὸν πικρὸν θάνατον· σὺ οὖν δίδου μοι μετάνοιαν, ἵνα καθαρθῶ παθῶν τοῦ χείρονος,

ᾨδὴ ε´. Φώτισον ἡμᾶς.

Ἔπιδε ἡμῖν, οὐρανόθεν παναοίδιμε, καὶ ἐκπλήρωσον τὴν δέησιν ἡμῶν, Γεδεὼν Ὁσιομάρτυς ἀξιάγαστε.

Ὥσπερ ἐκκοπείς, Γεδεὼν χεῖρας καὶ πόδας σου, ἐν ἀτρέπτῳ διανοίᾳ καὶ στεῤῥᾷ, οὕτω ἔκκοψον σαρκὸς ᾑμῶν πᾶν θέλημα.

Νέκρωσον ἐχθροῦ, καθ᾿ ἡμῶν τοῦ πολεμήτορος, τὰς ἐφόδους Γεδεὼν τὰς χαλεπάς, καὶ παράσχου ἡμῖν βίον ἀστασίαστον.

Θεοτοκίον.

Μόνη τὸν Θεόν, αποῤῥήτως σωματώσασα, σώματός μου τὰς ὀδύνας και ψυχῆς, Θεοτόκε ἀποκάθαρον τοὺς μώλωπας,

ᾨδὴ στ´. Τὴν δέησιν.

Οἱ χείμαῤῥοι, τῶν αἱμάτων σου Μάρτυς, ἡμιν γένοιντο παθῶν θεραπεία, τὴν καθ᾿ ἡμῶν τοῦ Βελίαρ μανίαν, καὶ τὴν πικρὰν κατακλύζοντες ἔφοδον, Ὁσιομάρτυς Γεδεών, ἐνεργείᾳ τῇ θείᾳ τοῦ Πνεύματος.

Ἰάτρευσον, τῆς ψυχῆς μου τὸ ἄλγος, καὶ τοῦ σώματος δεινὴν ἀῤῥωστίαν, τῇ δεδομένῃ σοι χάριτι Πάτερ, καὶ τοῦ νοός μου τὸν ζόφον ἀπέλασον, Ὁσιομάρτυς Γεδεών, ὡς θερμός μου προστάτης καὶ ἔφορος.

Δυνάμει, τοῦ Παρακλήτου ἀθλήσας, ἀπενέκρωσας ἐχθροῦ τὰς δυνάμεις· ὅθεν ἡμᾶς πρὸς ζωῆς ἐναρέτου, ἀεὶ ὁδήγει τὴν τρίβον δεόμεθα, Ὁσιομάρτυς Γεδεών, τῇ θερμῇ σου πρεσβείᾳ πρὸς Κύριον.

Θεοτοκίον.

Ἱλέωσαι, τὸν ἐκ σοῦ γεννηθέντα, Θεοτόκε Ἀειπάρθενε Μῆτερ, ἡμῖν τοῖς ἄμετρα πταίσμασι τούτῳ, ὡς ἂν πταισμάτων συγχώρησιν λάβωμεν, οἱ ἀφορῶντες ἀκλινῶς, πρὸς τὴν σὴν ταχυτάτην βοήθειαν.

Διάσωσον, Ὁσιομάρτυς Κυρίου ἐκ πάσης βλάβης, τοὺς εν πίστει τῇ αντιλήψει σου σπεύδοντας, ταῖς πρὸς Χριστὸν εὐπροσδέκτοις σου ἱκεσίαις.

Ἄχραντε ἡ διὰ λόγου,..

Αἴτησις καὶ τὸ Κοντάκιον. Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.

Ὁσιομάρτυς Χριστοῦ ἀξιύμνητε, τῆς Καρακάλλου Μονῆς ἐγκαλλώπισμα, στεῤῥὲ Γεδεὼν δέχου πάντοτε, τὰς ἱκεσίας ἡμῶν καὶ προσάγαγε, αὐτὰς πρὸς Χριστὸν τὸν Φιλάνθρωπον.

Προκείμενον: Θαυμαστὸς ὁ Θεός...

Στ.: Τοῖς Ἁγίοις...

Εὐαγγέλιον κατὰ Λουκᾶν. Ζήτει ἐν τῷ ὄρθρῳ τοῦ Ἁγ. Γεωργίου.

Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιομελον. Ἦχος β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...

Γνώμης γενναιότητι, τοῦ μαρτυρίου τὸν δρόμον ἀκλινῶς διήνυσας, Γεδεὼν μακάριε θείῳ Πνεύματι, καὶ πολλῆς μέτοχος, χάριτος ἐδείχθης, διὰ τοῦτό σου δεόμεθα· Πάσης στενώσεως, καὶ ἐπηρειῶν τοῦ ἀλάστορος, Ὁσιομάρτυς ἔνδοξε, καὶ παντοδαπῶν παραπτώσεων, φύλαττε ἀτρώτους, ταῖς σαῖς πρὸς τὸν Σωτῆρα προσευχαῖς, τοὺς ἀδιστάκτως προστρέχοντας, τῇ θερμῇ πρεσβείᾳ σου.

ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.

Διαῤῥήξας τοὺς βρόχους, τῇ θερμῇ μετανοίᾳ τοῦ παναλάστορος, διάῤῥηξον παθῶν μου, συνδέσμους ταῖς λιταῖς σου, Γεδεὼν πίστει ψάλλοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Οἱ πιστῶς προσιόντες, τῶν σεπτῶν σου λειψάνων τῇ θήκῃ Ἅγιε, λαμβάνουσιν ὑγείαν, καὶ πᾶσαν θεραπείαν, Γεδεὼν ἀνακράζοντες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Ὑπερίπτασο Πάτερ, Καρακάλλου τῆς Μάνδρας τῆς θείας ποίμνης σου, ἀεὶ ταύτῃ παρέχων, τῆς σῆς ἐπικουρίας, Γεδεὼν τὰ δωρήματα· ὅτι προσπίπτει τῇ σῇ, θερμῇ ἐπιστασίᾳ.

Θεοτοκίον.

Γαλουχήσασα Κόρη, τὸν τροφέα τῶν ὅλων Χριστὸν τὸν Κύριον, τροφῃ ἐπουρανίῳ, πεινῶσαν τὴν ψυχήν μου, ἐκβοῶσαν διάθρεψον·
χαῖρε Παρθένε Ἁγνή, Ὑπερευλογημένη.

ᾨδὴ η´. Τον Βασιλέα.

Ἐκ πολυπλόκων, δυσχερειῶν καὶ σκανδάλων, ἀπολύτρωσαι στεῤῥὲ Ὁσιομάρτυς, τοὺς ὑπερυψοῦντας, τὸν σὲ ἐνισχυκότα.

Ῥώμην παράσχου, καὶ ἀληθῆ καρτερίαν, τοῖς ἐν πάθεσι πικροῖς συνεχομένοις, Γεδεὼν ὡς Μάρτυς, στεῤῥόψυχος Κυρίου.

Ἁγίων δήμοις, συνευφραινόμενος Πάτερ, καθικέτευε Χριστὸν ἡμῖν διδόναι, ἄφεσιν πταισμάτων, σοφὲ Ὁσιομάρτυς.

Θεοτοκίον.

Σὺ εἶ Παρθένε, ἁμαρτωλῶν προστασία, καὶ ἀντίληψις καὶ πάντων σωτηρία· ὅθεν σε ὑμνοῦμεν, οἱ ταπεινοί σου δοῦλοι.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Ἵλέῳ ὄμματί σου, βλέψον τοὺς ἑστῶτας, πρὸ τῆς ἁγίας Εἰκόνος σου Ἅγιε, καὶ τὰ αἰτήματα τούτων πλήρου ἑκάστοτε.

Μαρτύρων καὶ Ὁσίων, δήμοις συγχορεύων, Ὁσιομάρτυς ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν πίστει τελούντων τὴν θείαν μνήμην σου.

ὑράνωσον τὸν νοῦν μου, Γεδεὼν θεόφρον, τὸν γεωθέ῾ ντα πολλοῖς πλημμελήμασι, καὶ τῶν πταισμάτων μοι ἀίτει Πάτερ τὴν ἄφεσιν.

Θεοτοκίον.

Ὑπέραγνε Παρθένε, τὴν ἄναγνον ψυχήν μου, τῆς μετανοίας τοῖς τρόποις ἐκκάθαρον, καὶ ἐπηρείας με ῥῦσαι τοῦ πολεμήτορος,

Τὸ Ἄξιόν ἐστι καὶ τὰ μεγαλυνάρια.

Βίῳ διαπρέπων ἀσκητικῷ, ἤθλησας νομίμως, καὶ καθεῖλες τὸν δυσμενῆ, Γεδεὼν τρισμάκαρ, Χριστοῦ Ὁσιομάρτυς· διὸ τοῖς σὲ τιμῶσι, δίδου βοήθειαν.

Φωνῆς ὡς ἀκήκοας θεϊκῆς, ἐν ναῷ τῷ θείῳ, ἐπτερώθης πόθῳ Χριστοῦ, Γεδεὼν θεόφρον, καὶ ἔδραμες προθύμως, πρὸς μαρτυρίου ἄθλους, ἀξιοθαύμαστε.

Βρόχους διαῤῥήξας τῶν ἀσεβῶν, τῷ τῆς μετανοίας, ἐλαμπρύνθης θείῳ φωτί, Γεδεὼν καὶ θείᾳ, ἀσκήσει καὶ ἀθλήσει, κατέβαλες τὸν πρῴην, σὲ ἀπατήσαντα.

Ἥνεγκας χειρῶν σου τὴν ἐκτομήν, καὶ ποδῶν ἀνδρείως, ὥσπερ ἄσαρκος Γεδεών, καὶ τῆς ἀνομίας, ἀπέτεμες τὸ κράτος, ὑπὲρ Χριστοῦ ἀθλήσας, Μάρτυς στεῤῥότατα.

Χαίροις Καρακάλλου θείας Μονῆς, ἄνθος πανευῶδες, καὶ τοῦ Ἄθω κλέος σεπτόν· Χαίροις Θετταλίας, βλαστὸς δεδοξασμένος, Χριστοῦ Ὁσιομάρτυς, Γεδεὼν ἔνδοξε.

Σὺν Ὁσιομάρτυσι τοῖς σεπτοῖς, παρεστὼς Κυρίῳ, καθικέτευε ἐκτενῶς, ὑπὲρ τῶν τιμώντων, τοὺς θείους σου ἀγῶνας, Χριστοῦ Ὁσιομάρτυς, Γεδεὼν Ἅγιε.

Πᾶσαι τῶν Ἀγγέλων...

Τὸ τρισάγιον, τὰ συνήθη τροπάρια, ἐκτενὴς καὶ ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς· ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας, τοὺς αἰτοῦντας εὐλαβῶς, Γεδεὼν τὴν σὴν προστασίαν, σκέπε καὶ φύλαττε, πάσης περιστάσεως, καὶ δυσχερείας πικρᾶς, τῇ θερμῇ πρὸς τὸν Κύριον, πρεσβείᾳ σου μάκαρ, καὶ πταισμάτων ἄφεσιν, αἴτει δεόμεθα, πᾶσι τοῖς πιστῶς σὲ τιμῶσιν, ὡς Ὁσιομάρτυρα θεῖον, καὶ ὡς βοηθὸν καὶ ἀντιλήπτορα.

Δἴστιχον.

Δέξαι τὴν παράκλησιν Ὁσιομάρτυς.

Ἥν σοι ὁ Γεράσιμος ἤδη προσάγει.

(Αν τυχον υπάρχει θέμα copy παρακαλούμε να μας αφήσετε σχόλιο για να κατεβάσουμε την δημοσιευση)